εἰ γὰρ ἀποδέδεικται μηδὲν ⟨ποιῶν ἄνθρωπος οὐ⟩ δυνάμενοϲ εἶναι, πόσῳ μᾶλλον ὁ θεός; εἰ γάρ τι ἐστὶν ὃ μὴ ποιεῖ, καὶ ⟨ὁ θεός⟩, ὃ μὴ θέμις εἰπεῖν, ἀτελής ἐστιν· εἰ δὲ μή τι ἀργός ἐστι, τέλειος. ⟨ὁ θεὸς⟩ [δὲ] ἄρα πάντα ποιεῖ. πρὸς ὀλίγον δ᾽ ἄν μοι σεαυτὸν ἐπίδῳς, ὦ Ἑρμῆ, ῥᾴδιον νοῆσαι τὸ τοῦ θεοῦ ἔργον ἓν ὄν, ἵνα πάντα γίνηται [τὰ γινόμενα, ἢ τὰ ἅπαξ γεγονότα, ἢ τὰ μέλλοντα γίνεσθαι]· [[ἔστι δὲ τοῦτο, ὦ φίλτατε, ζωή·]] [τοῦτο δέ ἐστι τὸ καλόν,] τοῦτο δέ ἐστι τὸ ἀγαθόν. [τοῦτο ἔστιν ὁ θεός.] ⟨⟨ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς [ζωῆς] ⟨πνοῆς⟩ οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται ⟨εἶναι⟩ μὴ ποιῶν τὸ ἀγαθόν· ⟨⟨ἔστι δὲ τοῦτο, ὦ φίλτατε, ζωή.⟩⟩ τοῦτο γὰρ ὥσπερ [ζωὴ καὶ ὥσπερ κίνησις] ⟨οὐσία⟩ ἐστὶ τοῦ θεοῦ, ⟨τὸ⟩ κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.⟩⟩ εἰ δὲ καὶ ἔργῳ αὐτὸ θέλεις νοῆσαι, ἴδε τί σοὶ ἐγγίνεται θέλοντι γεννῆσαι. ἀλλ᾽ οὐκ ἐκείνῳ τοῦτο ὅμοιον· ἐκεῖνος ⟨γ⟩ὰρ [α] οὐχ ἥδεται· οὐδὲ γὰρ ἄλλο ἔχει συνεργόν. αὐτουργὸς [γ] ἄρ⟨α⟩ ὤν, ἀεί ἐστιν ἐν τῷ ἔργῳ, αὐτὸς ὢν ὃ ποιεῖ. εἰ γὰρ χωρισθείη αὐτοῦ, πάντα μὲν συμπεσεῖσθαι, πάντα δὲ τεθνήξεσθαι ἀνάγκη, ὡς μὴ οὔσης ζωῆς. εἰ δὲ πάντα ζῷα, [μία δὲ καὶ ἡ ζωή,] ⟨. . .⟩. [[εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά ἐστι, καὶ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, μία δὲ κατὰ πάντων ζωὴ ὑπὸ τοῦ θεοῦ γίνεται, καὶ αὕτη ἐστὶ θεός, ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα.]]