οὕτω δὲ νόει, ὡς παντὸς σώματος ζῶντος ἐξ ὕλης καὶ ψυχῆς τὴν σύστασιν ἔχοντος, καὶ τοῦ ἀθανάτου καὶ τοῦ θνητοῦ, καὶ τοῦ ⟨λογικοῦ καὶ τοῦ⟩ ἀλόγου. πάντα γὰρ σώματα ζῶντα ἔμψυχα, τὰ δὲ μὴ ζῶντα ὕλη [πάλιν] καθ᾽ ἑαυτήν ἐστι· καὶ ψυχὴ ὁμοίως καθ᾽ ἑαυτήν, τῷ ποιητῇ παρακειμένη, τῆς ζωῆς ο᾽Υϲία. [[τῆς δὲ ζωῆς πᾶς αἴτιος ὁ τῶν ἀθανάτων.]] πῶς οὖν [[καὶ τὰ θνητὰ ζῷα]] ⟨ἡ τῶν ἀθανάτων ζωὴ⟩ ἄλλΗ ⟨τῆς⟩ τῶν θνητῶν; πῶς δὲ ⟨εὔλογον τὸν⟩ τὰ ἀθάνατα [καὶ ἀθανασίαν] ποιοῦντα ζῷα μὴ ⟨⟨καὶ τὰ θνητὰ ζῷα⟩⟩ ποιεῖν; ⟨⟨τῆς δῊ ζωῆς πάσ⟨ης⟩ αἴτιος ὁ ⟨τῆς⟩ τῶν ἀθανάτων.⟩⟩ καὶ ὅτι μὲν ἔστι τις ὁ ποιῶν ταῦτα, δῆλον. ὅτι δὲ καὶ εἷς, φανερώτατον· καὶ γὰρ μία ψυχή, καὶ μία ζωή, καὶ μία ὕλη. τίς δὲ οὗτος; τίς δὲ ἂν ἄλλος ⟨εἴη⟩, εἰ μὴ εἷς ὁ θεός; τίνι γὰρ ἂν ἄλλῳ πρέποι [ζῷα] ἔμψυχα ποιεῖν, εἰ μὴ μόνῳ τῷ θεῷ; [εἷς οὖν θεός. γελοιότατον.] καὶ τὸν μὲν κόσμον ὡμολόγησας ἕνα εἶναι, καὶ τὸν ἥλιον ἕνα, καὶ τὴν σελήνην μίαν, καὶ [θειότητα] ⟨τὴν γῆν⟩ μίαν· αὐτὸν δὲ τὸν θεὸν πόστον εἶναι θέλεις; [πάντα οὖν αὐτὸς ποιεῖ.] εἰ πολλοί, γελοιότατον. ⟨⟨εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά ἐστι, καὶ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, μία δὲ κατὰ πάντων ζωή, ⟨ζωὴ δὲ⟩ ὑπὸ τοῦ θεοῦ γίνεται, [καὶ αὕτη ἐστὶ θεός,] ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα.⟩⟩ καὶ τί μέγα τῷ θεῷ [ζωὴν καὶ ψυχὴν] καὶ ἀθανασίαν καὶ μεταβολὴν ποιεῖν, σοῦ τοσαῦτα ποιοῦντος; καὶ γὰρ βλέπεις, καὶ λαλεῖς, καὶ ἀκούεις, καὶ ὀσφραίνῃ, καὶ ἅπτῃ, καὶ περιπατεῖς, καὶ νοεῖς, καὶ πνεῖς. καὶ οὐχ ἕτερος μέν ἐστιν ὁ βλέπων, ἕτερος δὲ ὁ ἀκούων, ἕτερος δὲ ὁ λαλῶν, ἄλλος δὲ ὁ ἁπτόμενος, ἄλλος δὲ ὁ ὀσφραινόμενος, ἄλλος δὲ ὁ περιπατῶν, καὶ ἄλλος ὁ νοῶν, καὶ ἄλλος ὁ ἀναπνέων· ἀλλὰ εἷς ὁ ταῦτα πάντα ⟨ποιῶν⟩. ἀλλὰ οὐδὲ δυνατὸN [[ἐκεῖνα]] χωρὶς τοῦ ⟨⟨ἐκεῖνα⟩⟩ ⟨ποιεῖν τὸν⟩ θεὸΝ εἶναι. ὥσπερ γάρ, ἂν τούτων καταργηθῇς, οὐκέτι ζῷον εἶ, οὕτως, [οὐδ᾽] ἂν ἐκείνων καταργηθῇ, ὁ θεός, ὃ μὴ θέμις ἐστὶν εἰπεῖν, οὐκέτι ἐστὶ θεός.