<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0189"/> Τὸν χθὲς λόγον, ὦ Ἀσκληπιέ, σοὶ ἀνέθηκα· τὸν δὲ σήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶν ⟨γ⟩ενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶν ἐπιτομή. </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent">ὁ μὲν οὖν θεὸς καὶ πατήρ, καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴν 10 αὐτὴν ἔχει φύσιν, μᾶλλον δὲ [καὶ] ἐνέργειαν. ἡ μὲν γὰρ φύσ⟨ις γενέσ⟩εως καὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰ μεταβλητὰ καὶ κινητά· ⟨ἡ δὲ τοῦ θεοῦ ἐνέργεια περὶ τὰ ἀμετάβλητα⟩ καὶ ἀκίνητα, τουτέστι τὰ θεῖα [τε], ⟨⟨ὧν⟩⟩ καὶ ⟨τὰ⟩ ἀνθρώπεια [[ὧν]] αὐτὸς βούλεται εἶναι. ἀλλαχοῦ δὲ ⟨περὶ⟩ ἐνεργειῶν [[καθὼς καὶ ἐπὶ τῶν ἄλλων]] ἐδιδάξαμεν θείων τε καὶ ἀνθρωπίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου ⟨⟨καθὼς καὶ ἐπὶ τῶν ἄλλων⟩⟩. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι· καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι⟨ν ὁ⟩ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων; ἀλλὰ ὕπαρξις αὕτη τῶν ὄντων. τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ. τούτῳ ⟨δὲ πρόσεστι⟩ τὸ ἀγαθόν, ⟨τοιοῦτο ὂν⟩ ὃ μηδεν⟨ὶ⟩ πρόσεστι  <pb facs="ScottHermeticaVolOne_0191"/> τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος [καὶ ὁ ἥλιος] τῶν κατὰ μετουσίαν ⟨ἀγαθῶν⟩ καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν· οὐδὲ ⟨γὰρ⟩ τοῦ ζῆν· εἰ δέ [τοῦτο οὕτως ἔχει], πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ [ἀγαθοῦ] θελήματος ⟨τοῦ θεοῦ⟩, οὗ χωρὶς οὔτε εἶναί ⟨τι⟩ οὔτε γενέσθαι δυνατόν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="merge">αἴτιος δέ, ὡϲ πατὴρ τοῖϲ τέκνοιϲ, καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς, ⟨παρὰ τοῦ θεοῦ⟩ τὴν ⟨χ⟩ορΗΓίαν λαβὼν τοῦ ἀγαθοῦ [διὰ τοῦ ἡλίου]. τὸ γὰρ ἀγαθόν ἐστι τὸ ποιητικόντοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαι ἄλλῳ τινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάντα δὲ θέλοντι εἶναι. οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρ ποιῶν ἐλλιπής ἐστι πολλῷ χρόνῳ, ⎡ἐν ᾧ⎤ ὅτε μὲν ποιεῖ, ὅτε δὲ οὐ ποιεῖ. καὶ ποιότητας καὶ ποσότητας ⟨ποιεῖ⟩· ποτὲ μὲν γὰρ ποσὰ καὶ ποιὰ ⟨ποιεῖ⟩, ὅτε δὲ τὰ ἐναντία. ὁ δὲ θεὸς [καὶ πατὴρ καὶ τὸ ἀγαθὸν] τῷ ⟨θέλειν⟩ εἶναι τὰ πάντα ⟨πάντων πατήρ⟩. </p></div><div type="textpart" subtype="section" n="4a"><p rend="merge">[[οὕτως ἄρα]] [ταῦτα] [[τῷ δυναμένῳ ἰδεῖν]] καὶ γὰρ ταῦτα θέλει εἶναι, καὶ ⟨⟨οὕτως ἄρα⟩⟩ ἔστι καὶ αὐτά. μάλιστα δὲ αὐτὸ ⟨⟨ἔστι τὸ ἀγαθόν, ὦ Τάτ⟩⟩· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ τοῦτο ἔστιν. </p></div></div></body></text></TEI>