καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός. ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον, ὁ νοῦς [ἐν τῷ λόγῳ, ὁ λόγος] ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ πνεύματι· τὸ ⟨δὲ⟩ πνεῦμα, διῆκον διὰ ⟨τῶν⟩ [φλεβῶν καὶ] ἀρτηριῶν [καὶ] ⟨μετὰ τοῦ⟩ αἵματος, κινεῖ τὸ [ζῷον] ⟨σῶμα⟩ καὶ ὥσπερ φόρτον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα ἐνόμισαν εἶναι, σφαλλόμενοι τῆc φύσεωϲ, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ [[τοῦ πνεύματος ἀναχωρήσαντος εἰς]] ⟨ἐξελθεῖν⟩ τὴν ψυχήν, καὶ τότε, ⟨⟨τοῦ πνεύματος ἀναχωρήσαντος εἰς⟩⟩ ⟨τὸ περιέχον⟩, τὸ αἷμα παγῆναι κατὰ τὰς φλέβας, καὶ τὰς ἀρτηρίας κενωθείσας [τὸ ζῷον] καταλ[ε]ιπεῖν. καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος. ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου. καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάντων ἀρχὴ γένηται· τὸ δὲ ἓν μόνον ἕστηκεν, καὶ οὐ κινεῖται. [καὶ] τρία τοίνυν ταῦτα, ὁ θεός [καὶ πατὴρ καὶ τὸ ἀγαθόν], καὶ ὁ κόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸς ἔχει, τὸν δὲ ἄνθρωπον ὁ κόσμος. καὶ γίνεται ὁ μὲν κόσμος τοῦ θεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου ⟨υἱός, καὶ τοῦ θεοῦ⟩ ὥσπερ ἔΓγονος. οὐκ ἄρ⟨α⟩ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυ γνωρίζει, καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτήριον ἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ· αὕτη εἰς τὸν Ὄλυμπον ἀνάβασις· τούτῳ μόνῳ ἀγαθὴ ⟨⟨γίνεται⟩⟩ ψυχή.