πάντων οὖν τῶν ζῴων ἡ αἴσθησις καὶ νόησις ἔξωθεν ἐπεισέρχεται, εἰσπνέουσα ἀπὸ τοῦ περιέχοντος· ὁ δὲ κόσμος, ἅπαξ λαβὼν ἅμα τῷ γενέσθαι, ἀπὸ τοῦ θεοῦ λαβὼν ἔχει. ὁ δὲ θεὸς οὐχ ὥσπερ ἐνίοις δόξει ἀναίσθητός ἐστι καὶ ἀνόητος· ὑπὸ γὰρ δεισιδαιμονίας βλασφημοῦσι. ⟨⟨καὶ τοῦτο ἔστιν ἡ αἰσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.⟩⟩ πάντα γὰρ ὅσα ἔστιν, ὦ Ἀσκληπιέ, ταῦτα ἐν τῷ θεῷ ἐστι, καὶ ὑπὸ τοῦ θεοῦ γινόμενα, καὶ ἐκεῖθεν ἠρτημένα, τὰ μὲν διὰ σωμάτων ἐνεργοῦντα, τὰ δὲ διὰ οὐσίας ψυχικῆς κινοῦντα, τὰ δὲ διὰ πνεύματος ζωοποιοῦντα, τὰ δὲ τὰ κεκμηκότα ὑποδεχόμενα. [καὶ εἰκότως.] [[μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχεῖ, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν]] [οὐκ ἔξωθεν αὐτὰ προσλαμβάνων, ἔξω δὲ ἐπιδιδούς.] [[καὶ τοῦτό ἐστιν ἡ αἴσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.]] καὶ οὐκ ἔσται ποτὲ χρόνος ὅτε ἀπολειφθήσεταί τι τῶν ὄντων· [ὅταν δὲ λέγω τῶν ὄντων, λέγω τοῦ θεοῦ·] τὰ γὰρ ὄντα ὁ θεὸς ἔχει, καὶ οὔτε αὐτοῦ οὐδὲν ἐκτὸς οὔτε αὐτὸς οὐδενός. ⟨⟨μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχει, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν.⟩⟩