[πατὴρ μὲν οὖν ὁ θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τῶν ἐν τῷ κόσμῳ· καὶ ὁ μὲν κόσμος υἱὸς τοῦ θεοῦ, τὰ δὲ ἐν τῷ κόσμῳ ⟨υἱοὶ⟩ [ὑπὸ] τοῦ κόσμου.] καὶ εἰκότως κόσμος κέκληται· κοσμεῖ⟨ται⟩ γὰρ τὰ πάντα τῇ ποικιλίᾳ τῆς γενέσεως, καὶ τῷ ἀδιαλείπτῳ τῆς ζωῆς, καὶ ⟨τῷ⟩ ἀκοπιάστῳ τῆς ἐνεργείας, καὶ τῷ τάχει ⟨τῆς φορᾶς, καὶ τῷ ἀτρέπτῳ⟩ τῆς ἀνάγκης, καὶ τῇ συστάσει τῶν στοιχείων, καὶ τῇ τάξει τῶν γινομένων. ὁ αὐτὸς οὖν κόσμος καὶ ⎡ἀναγκαίως⎤ καὶ οἰκείως καλοῖτο. πάντων οὖν τῶν ζῴων ἡ αἴσθησις καὶ νόησις ἔξωθεν ἐπεισέρχεται, εἰσπνέουσα ἀπὸ τοῦ περιέχοντος· ὁ δὲ κόσμος, ἅπαξ λαβὼν ἅμα τῷ γενέσθαι, ἀπὸ τοῦ θεοῦ λαβὼν ἔχει. ὁ δὲ θεὸς οὐχ ὥσπερ ἐνίοις δόξει ἀναίσθητός ἐστι καὶ ἀνόητος· ὑπὸ γὰρ δεισιδαιμονίας βλασφημοῦσι. ⟨⟨καὶ τοῦτο ἔστιν ἡ αἰσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.⟩⟩ πάντα γὰρ ὅσα ἔστιν, ὦ Ἀσκληπιέ, ταῦτα ἐν τῷ θεῷ ἐστι, καὶ ὑπὸ τοῦ θεοῦ γινόμενα, καὶ ἐκεῖθεν ἠρτημένα, τὰ μὲν διὰ σωμάτων ἐνεργοῦντα, τὰ δὲ διὰ οὐσίας ψυχικῆς κινοῦντα, τὰ δὲ διὰ πνεύματος ζωοποιοῦντα, τὰ δὲ τὰ κεκμηκότα ὑποδεχόμενα. [καὶ εἰκότως.] [[μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχεῖ, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν]] [οὐκ ἔξωθεν αὐτὰ προσλαμβάνων, ἔξω δὲ ἐπιδιδούς.] [[καὶ τοῦτό ἐστιν ἡ αἴσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.]] καὶ οὐκ ἔσται ποτὲ χρόνος ὅτε ἀπολειφθήσεταί τι τῶν ὄντων· [ὅταν δὲ λέγω τῶν ὄντων, λέγω τοῦ θεοῦ·] τὰ γὰρ ὄντα ὁ θεὸς ἔχει, καὶ οὔτε αὐτοῦ οὐδὲν ἐκτὸς οὔτε αὐτὸς οὐδενός. ⟨⟨μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχει, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν.⟩⟩ ταῦτά σοι, Ἀσκληπιέ, ἐννοοῦντι ⟨μὲν⟩ ἀληθῆ δόξειεν ἄΝ, ⟨μὴ ἐν⟩νοοῦντι δὲ ἄπιστα· τῷ γὰρ νοῆσαι ἕπεται τὸ πιστεῦσαι, τὸ ἀπιστῆσαι δὲ τῷ μὴ νοῆσαι. ὁ γὰρ λόγος [μ] οὐ φθάνει μέχρι τῆς ἀληθείας· ὁ δὲ νοῦς μέγας ἐστί, καὶ ὑπὸ τοῦ λόγου μέχρι τινὸς ὁδηγηθείς, φθάνει Μέχρι τῆς ἀληθείας· καὶ περινοήσας τὰ πάντα, καὶ εὑρὼν σύμφωνα τοῖς ὑπὸ τοῦ λόγου ἑρμηνευθεῖσιν, ἐπίστευσε, καὶ τῇ καλῇ πίστει ἐπανεπαύσατο. τοιΓ⟨αρ⟩οῦν [[τὰ προειρημένα]] [ὑπὸ τοῦ θεοῦ] νοήσασι μὲν πιστὰ ⟨⟨τὰ προειρημένα⟩⟩, μὴ νοήσασι δὲ ἄπιστα. ταῦτα καὶ τοσαῦτα περὶ νοήσεως καὶ αἰσθήσεως λεγέσθω.