<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent"> καὶ γὰρ ὁ κόσμος, ὦ Ἀσκληπιέ, αἴσθησιν ἰδίαν καὶ Νόησιν ἔχει, οὐχ ὁμοίαν τῇ ἀνθρωπείᾳ, οὐδὲ ⟨οὕτ⟩ως ποικίλην, ἀλλ⟨ὰ⟩ <l n="10"/> [ως δὲ] κρείττω καὶ ἁπλουστέραν. ἡ γὰρ αἴσθησις καὶ νόησις τοῦ κόσμου μία ἐστί, τὸ πάντα ποιεῖν καὶ εἰς ἑαυτὸν ἀποποιεῖν, ὄργανον ⟨ὄντα⟩⟩ τῆς τοῦ θεοῦ βουλήσεως, καὶ [[ὄντως]] ⟨ἐπὶ τοῦτο⟩ [ὀργανο] ποιηθέν⟨τα⟩, ἵνα πάντωΝ ⟨τῶν⟩ παρ᾽ ἑαυτῷ ἀπὸ τοῦ θεοῦ λαβὼν τὰ σπέρματα ⟨καὶ⟩ φυλάττων ἐν ἑαυτῷ <l n="15"/> πάντα ποιῇ ἐνεργῶς. ⟨⟨φερόμενος δὲ πάντα ζωοποιεῖ·⟩⟩ καὶ διαλύων πάντα, ἀνανεοῖ [καὶ] ⟨τὰ⟩ δια-[τοῦτο]-λυθέντα, ὥσπερ ἀγαθὸς [ζωῆς] γεωργὸς τῇ καταβολῇ ἀνανέωσιν αὐτοῖς [φερόμενος] παρέχωΝ. οὐκ ἔστιν ὃ μὴ ζωογονεῖ· [[φερόμενος δὲ πάντα ζωοποιεῖ·]] καὶ ὁμοῦ τόπος ἐστὶ καὶ δημιουργὸς ζωῆς. <l n="20"/> τὰ δὲ σώματα ἀπὸ ὕλης, ἐν διαφορᾷ· </p></div></div></body></text></TEI>