<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p rend="indent"> ἐπάνειμι πάλιν ἐπὶ τὸν τῆς αἰσθήσεως λόγον. ἀνθρώπινον <l n="30"/> οὖν τὸ κοινωνῆσαι αἴϲΘΗϲιν νοήσει· οὐ πᾶς δὲ ἄνθρωπος, ὡς προεῖπον, ἀπολαύει τῆς νοήσεως· [ἀλλ’ ὁ μὲν ὑλικός, ὁ δὲ <pb facs="ScottHermeticaVolOne_0185"/> οὐσιώδης.] ὁ μὲν γὰρ μετὰ κακίας [ὑλικός] ⟨νοεῖ⟩, ὡς ἔφην, ἀπὸ τῶν δαιμόνων τὸ σπέρμα τῆς νοήσεως ἴσχωΝ, οἱ δὲ μετὰ τοῦ ἀγαθοῦ [οὐσιωδῶς], ὑπὸ τοῦ θεοῦ σωζόμενοι. ὁ μὲν γὰρ θεός, πάντων δημιουργὸς [δημιουργ] ὤν, πάντα ποιεῖ [μὲν] ἑαυτῷ ὅμοια, ταῦτα δ᾽, ἀγαθὰ γενόμενα, ἐν τῇ χρήσει τῆς <l n="5"/> ἐνεργείας ⎡αφορα⎤· ἡ γὰρ κοσμικὴ φορά, τρέπουσα τὰς γενέσεις, ποιὰς ποιεῖ, τὰς μὲν ῥυπαίνουσα τῇ κακίᾳ, τὰς δὲ καθαίρουσα τῷ ἀγαθῷ. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent"> καὶ γὰρ ὁ κόσμος, ὦ Ἀσκληπιέ, αἴσθησιν ἰδίαν καὶ Νόησιν ἔχει, οὐχ ὁμοίαν τῇ ἀνθρωπείᾳ, οὐδὲ ⟨οὕτ⟩ως ποικίλην, ἀλλ⟨ὰ⟩ <l n="10"/> [ως δὲ] κρείττω καὶ ἁπλουστέραν. ἡ γὰρ αἴσθησις καὶ νόησις τοῦ κόσμου μία ἐστί, τὸ πάντα ποιεῖν καὶ εἰς ἑαυτὸν ἀποποιεῖν, ὄργανον ⟨ὄντα⟩⟩ τῆς τοῦ θεοῦ βουλήσεως, καὶ [[ὄντως]] ⟨ἐπὶ τοῦτο⟩ [ὀργανο] ποιηθέν⟨τα⟩, ἵνα πάντωΝ ⟨τῶν⟩ παρ᾽ ἑαυτῷ ἀπὸ τοῦ θεοῦ λαβὼν τὰ σπέρματα ⟨καὶ⟩ φυλάττων ἐν ἑαυτῷ <l n="15"/> πάντα ποιῇ ἐνεργῶς. ⟨⟨φερόμενος δὲ πάντα ζωοποιεῖ·⟩⟩ καὶ διαλύων πάντα, ἀνανεοῖ [καὶ] ⟨τὰ⟩ δια-[τοῦτο]-λυθέντα, ὥσπερ ἀγαθὸς [ζωῆς] γεωργὸς τῇ καταβολῇ ἀνανέωσιν αὐτοῖς [φερόμενος] παρέχωΝ. οὐκ ἔστιν ὃ μὴ ζωογονεῖ· [[φερόμενος δὲ πάντα ζωοποιεῖ·]] καὶ ὁμοῦ τόπος ἐστὶ καὶ δημιουργὸς ζωῆς. <l n="20"/> τὰ δὲ σώματα ἀπὸ ὕλης, ἐν διαφορᾷ· </p></div><div type="textpart" subtype="section" n="7"><p rend="merge"> [τὰ μὲν γάρ ἐστιν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος, τὰ δὲ ἐξ ἀέρος, τὰ δὲ ἐκ πυρός·] πάντα δέ ἐστι σύνθετα, καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἁπλούστερα· μᾶλλον μὲν τὰ βαρύτερα, ἧττον δὲ τὰ κουφότερα. τὸ δὲ τάχος αὐτοῦ τῆς φορᾶς τὴν ποικιλίαν τῶν [ποιῶν] γενέσεων <l n="25"/> ἐργάζεται. πνοὴ γάρ, οὖσα πυκνοτάτη, προτείνει τὰ ποιὰ τοῖς σώμασι μετὰ ἑνὸς πληρώματος τῆς ζωῆς. </p></div></div></body></text></TEI>