τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας.