τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας. διὰ τοῦτο οἱ ἐν γνώσει ὄντες οὔτε τοῖς πολλοῖς ἀρέσκουσιν, οὔτε οἱ πολλοὶ αὐτοῖς· μεμηνέναι δὲ δοκοῦσι, καὶ γέλωτα ὀφλισκάνουσι, μισούμενοί τε καὶ καταφρονούμενοι, καὶ τάχα που καὶ φονευόμενοι. τὴν γὰρ κακίαν ἐνθάδε δεῖν οἰκεῖν εἶποΝ, ἐν τῷ ἑαυτῆς χωρίῳ οὖσαν· χωρίον γὰρ αὐτῆς ἡ γῆ, οὐχ ὁ κόσμος, ὡς ἔνιοί ποτε ἐροῦσι βλασφημοῦντες. ὁ μέντοι θεοσεβὴς πάντα ὑποστήσει ἀ⟨ντ⟩ισχόμενος τῆς γνώσεως. πάντα γὰρ τῷ τοιούτῳ, κἂν τοῖς ἄλλοις ⟨ᾖ⟩ [τὰ] κακά, ἀγαθά ἐστι· καὶ ἐπιβουλευόμενος πάντα ἀναφέρει εἰς τὴν γνῶσιν, καὶ τὰ κακὰ μόνος ἀγαθοποιεῖ. ἐπάνειμι πάλιν ἐπὶ τὸν τῆς αἰσθήσεως λόγον. ἀνθρώπινον οὖν τὸ κοινωνῆσαι αἴϲΘΗϲιν νοήσει· οὐ πᾶς δὲ ἄνθρωπος, ὡς προεῖπον, ἀπολαύει τῆς νοήσεως· [ἀλλ’ ὁ μὲν ὑλικός, ὁ δὲ οὐσιώδης.] ὁ μὲν γὰρ μετὰ κακίας [ὑλικός] ⟨νοεῖ⟩, ὡς ἔφην, ἀπὸ τῶν δαιμόνων τὸ σπέρμα τῆς νοήσεως ἴσχωΝ, οἱ δὲ μετὰ τοῦ ἀγαθοῦ [οὐσιωδῶς], ὑπὸ τοῦ θεοῦ σωζόμενοι. ὁ μὲν γὰρ θεός, πάντων δημιουργὸς [δημιουργ] ὤν, πάντα ποιεῖ [μὲν] ἑαυτῷ ὅμοια, ταῦτα δ᾽, ἀγαθὰ γενόμενα, ἐν τῇ χρήσει τῆς ἐνεργείας ⎡αφορα⎤· ἡ γὰρ κοσμικὴ φορά, τρέπουσα τὰς γενέσεις, ποιὰς ποιεῖ, τὰς μὲν ῥυπαίνουσα τῇ κακίᾳ, τὰς δὲ καθαίρουσα τῷ ἀγαθῷ. καὶ γὰρ ὁ κόσμος, ὦ Ἀσκληπιέ, αἴσθησιν ἰδίαν καὶ Νόησιν ἔχει, οὐχ ὁμοίαν τῇ ἀνθρωπείᾳ, οὐδὲ ⟨οὕτ⟩ως ποικίλην, ἀλλ⟨ὰ⟩ [ως δὲ] κρείττω καὶ ἁπλουστέραν. ἡ γὰρ αἴσθησις καὶ νόησις τοῦ κόσμου μία ἐστί, τὸ πάντα ποιεῖν καὶ εἰς ἑαυτὸν ἀποποιεῖν, ὄργανον ⟨ὄντα⟩⟩ τῆς τοῦ θεοῦ βουλήσεως, καὶ [[ὄντως]] ⟨ἐπὶ τοῦτο⟩ [ὀργανο] ποιηθέν⟨τα⟩, ἵνα πάντωΝ ⟨τῶν⟩ παρ᾽ ἑαυτῷ ἀπὸ τοῦ θεοῦ λαβὼν τὰ σπέρματα ⟨καὶ⟩ φυλάττων ἐν ἑαυτῷ πάντα ποιῇ ἐνεργῶς. ⟨⟨φερόμενος δὲ πάντα ζωοποιεῖ·⟩⟩ καὶ διαλύων πάντα, ἀνανεοῖ [καὶ] ⟨τὰ⟩ δια-[τοῦτο]-λυθέντα, ὥσπερ ἀγαθὸς [ζωῆς] γεωργὸς τῇ καταβολῇ ἀνανέωσιν αὐτοῖς [φερόμενος] παρέχωΝ. οὐκ ἔστιν ὃ μὴ ζωογονεῖ· [[φερόμενος δὲ πάντα ζωοποιεῖ·]] καὶ ὁμοῦ τόπος ἐστὶ καὶ δημιουργὸς ζωῆς. τὰ δὲ σώματα ἀπὸ ὕλης, ἐν διαφορᾷ· [τὰ μὲν γάρ ἐστιν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος, τὰ δὲ ἐξ ἀέρος, τὰ δὲ ἐκ πυρός·] πάντα δέ ἐστι σύνθετα, καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἁπλούστερα· μᾶλλον μὲν τὰ βαρύτερα, ἧττον δὲ τὰ κουφότερα. τὸ δὲ τάχος αὐτοῦ τῆς φορᾶς τὴν ποικιλίαν τῶν [ποιῶν] γενέσεων ἐργάζεται. πνοὴ γάρ, οὖσα πυκνοτάτη, προτείνει τὰ ποιὰ τοῖς σώμασι μετὰ ἑνὸς πληρώματος τῆς ζωῆς.