<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="3"><p rend="indent"> ὁ γὰρ νοῦς κύει πάντα τὰ νοήματα, ἀγαθὰ μέν, ὅταν ὑπὸ τοῦ θεοῦ τὰ σπέρματα λάβῃ, ἐναντία δέ, ὅταν ὑπό τινος τῶν δαιμόν[ι]ων, [μηδενὸς μέρους τοῦ κόσμου κενοῦ ὄντος δαίμονος,] ⟨⟨ὅστις ὑπεισελθὼν⟩⟩ τῷ ⟨μὴ⟩ ὑπὸ τοῦ θεοῦ πεφωτισμένῳ <l n="10"/> [δαίμονι] [[ὅστις ὑπεισελθὼν]] ἔσπειρε τῆς ἰδίας ἐνεργείας τὸ σπέρμα, καὶ ἐκύησεν ὁ νοῦς τὸ σπαρέν, μοιχείας, φόνους, πατροτυπίας, ἱεροσυλίας, ἀσεβείας [ἀγχόνας, κατὰ κρημνῶν καταφοράς, καὶ ἄλλα πάντα ὅσα δαιμόνων ἔργα]. </p></div><div type="textpart" subtype="section" n="4a"><p rend="merge"> τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ <l n="15"/> ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας. </p></div><div type="textpart" subtype="section" n="4b"><p rend="indent"> διὰ τοῦτο οἱ ἐν γνώσει ὄντες οὔτε τοῖς πολλοῖς ἀρέσκουσιν, <l n="20"/> οὔτε οἱ πολλοὶ αὐτοῖς· μεμηνέναι δὲ δοκοῦσι, καὶ γέλωτα ὀφλισκάνουσι, μισούμενοί τε καὶ καταφρονούμενοι, καὶ τάχα που καὶ φονευόμενοι. τὴν γὰρ κακίαν ἐνθάδε δεῖν οἰκεῖν εἶποΝ, ἐν τῷ ἑαυτῆς χωρίῳ οὖσαν· χωρίον γὰρ αὐτῆς ἡ γῆ, οὐχ ὁ κόσμος, ὡς ἔνιοί ποτε ἐροῦσι βλασφημοῦντες. ὁ μέντοι <l n="25"/> θεοσεβὴς πάντα ὑποστήσει ἀ⟨ντ⟩ισχόμενος τῆς γνώσεως. πάντα γὰρ τῷ τοιούτῳ, κἂν τοῖς ἄλλοις ⟨ᾖ⟩ [τὰ] κακά, ἀγαθά ἐστι· καὶ ἐπιβουλευόμενος πάντα ἀναφέρει εἰς τὴν γνῶσιν, καὶ τὰ κακὰ μόνος ἀγαθοποιεῖ. </p></div></div></body></text></TEI>