ἡ οὖν αἴσθησις καὶ ἡ νόησις ἀμφότεραι εἰς τὸν ἄνθρωπον συνεπεισρέουσιν ἀλλήλαις, ὥσπερ συμπεπλεγμέναι· οὔτε γὰρ χωρὶς αἰσθήσεως δυνατὸν νοῆσαι, οὔτε αἰσθέσθαι χωρὶς νοήσεως [δυνατὸν δὲ νόησιν]. ⟨ . . . ⟩ χωρὶς αἰσθήσεως νοεῖσθαι, καθάπερ οἱ διὰ τῶν ὀνείρων φανταζόμενοι ὁράματα· ἐμοὶ δὲ δοκεῖ ⟨ . . . ⟩ τὸ γεγονέναι ἀμφοτέρας τὰς ἐνεργείας ἐν τῇ τῶν ὀνείρων ὄψει· ἐγρηγοροῦσι γὰρ ⟨ . . . ⟩ αἰσθήσει. διῄρηται γὰ⟨ρ ἡ αἴσθησις⟩ εἴς τε τὸ σῶμα καὶ εἰς τὴν ψυχήν· καὶ ὅταν ἀμφότερα τὰ μέρη τῆς αἰσθήσεως πρὸς ἄλληλα συμφωνήσῃ, τότε ⟨συμβαίνει⟩ τὴν νόησιν ἐκφαίνε[ι]σθαι, ἀποκυηθεῖσαν ὑπὸ τοῦ νοῦ.