νοήσεως δὲ ὁ νοῦς διαφέρει τοσοῦτον ὅσον ὁ θεὸς θειότητος. ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου. καὶ ὄργανα ⟨ταῦτα⟩ ἀλλήλων· οὔτε γὰρ ὁ λόγος [[ἐκφωνεῖται]] ⟨ . . . ⟩ χωρὶς νοήσεως, οὔτε ἡ νόησις [φαίνεται] ⟨⟨ἐκφωνεῖται⟩⟩ χωρὶς λόγου.