αἴσθησις γὰρ καὶ Νόησις διαφορὰν μὲν δοκοῦσιν ἔχειν, ὅτι ἡ μὲν ὑλική ἐστιν, ἡ δὲ οὐσιώδης· ἐμοὶ δὲ δοκοῦσιν ἀμφότεραι ἡνῶσθαι καὶ μὴ διαιρεῖσθαι, ἐν ἀνθρώποις λέγω· ἐν γὰρ τοῖς ἄλλοις ζῴοις ἡ αἴσθησις τῇ φύσει ἥνωται, ἐν δὲ ἀνθρώποις ⟨τ⟩ῇ νοήσει. νοήσεως δὲ ὁ νοῦς διαφέρει τοσοῦτον ὅσον ὁ θεὸς θειότητος. ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου. καὶ ὄργανα ⟨ταῦτα⟩ ἀλλήλων· οὔτε γὰρ ὁ λόγος [[ἐκφωνεῖται]] ⟨ . . . ⟩ χωρὶς νοήσεως, οὔτε ἡ νόησις [φαίνεται] ⟨⟨ἐκφωνεῖται⟩⟩ χωρὶς λόγου. ἡ οὖν αἴσθησις καὶ ἡ νόησις ἀμφότεραι εἰς τὸν ἄνθρωπον συνεπεισρέουσιν ἀλλήλαις, ὥσπερ συμπεπλεγμέναι· οὔτε γὰρ χωρὶς αἰσθήσεως δυνατὸν νοῆσαι, οὔτε αἰσθέσθαι χωρὶς νοήσεως [δυνατὸν δὲ νόησιν]. ⟨ . . . ⟩ χωρὶς αἰσθήσεως νοεῖσθαι, καθάπερ οἱ διὰ τῶν ὀνείρων φανταζόμενοι ὁράματα· ἐμοὶ δὲ δοκεῖ ⟨ . . . ⟩ τὸ γεγονέναι ἀμφοτέρας τὰς ἐνεργείας ἐν τῇ τῶν ὀνείρων ὄψει· ἐγρηγοροῦσι γὰρ ⟨ . . . ⟩ αἰσθήσει. διῄρηται γὰ⟨ρ ἡ αἴσθησις⟩ εἴς τε τὸ σῶμα καὶ εἰς τὴν ψυχήν· καὶ ὅταν ἀμφότερα τὰ μέρη τῆς αἰσθήσεως πρὸς ἄλληλα συμφωνήσῃ, τότε ⟨συμβαίνει⟩ τὴν νόησιν ἐκφαίνε[ι]σθαι, ἀποκυηθεῖσαν ὑπὸ τοῦ νοῦ.