<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0181"/> Χθές, ὦ Ἀσκληπιέ, τὸν τέλειον ἀπ[οδ]έδωκα λόγον· νῦν δὲ <l n="10"/> ἀναγκαῖον ἡγοῦμαι ἀκόλουθον ἐκείνῳ καὶ τὸν περὶ αἰσθήσεως λόγον διεξελθεῖν. </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent"> αἴσθησις γὰρ καὶ Νόησις διαφορὰν μὲν δοκοῦσιν ἔχειν, ὅτι ἡ μὲν ὑλική ἐστιν, ἡ δὲ οὐσιώδης· ἐμοὶ δὲ δοκοῦσιν ἀμφότεραι ἡνῶσθαι καὶ μὴ διαιρεῖσθαι, ἐν ἀνθρώποις λέγω· <l n="15"/> ἐν γὰρ τοῖς ἄλλοις ζῴοις ἡ αἴσθησις τῇ φύσει ἥνωται, ἐν δὲ ἀνθρώποις ⟨τ⟩ῇ νοήσει. </p></div><div type="textpart" subtype="section" n="1c"><p rend="indent"> νοήσεως δὲ ὁ νοῦς διαφέρει τοσοῦτον ὅσον ὁ θεὸς θειότητος. ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου. καὶ ὄργανα ⟨ταῦτα⟩ ἀλλήλων· <l n="20"/> οὔτε γὰρ ὁ λόγος [[ἐκφωνεῖται]] ⟨ . . . ⟩ χωρὶς νοήσεως, οὔτε ἡ νόησις [φαίνεται] ⟨⟨ἐκφωνεῖται⟩⟩ χωρὶς λόγου. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent"> ἡ οὖν αἴσθησις καὶ ἡ νόησις ἀμφότεραι εἰς τὸν ἄνθρωπον συνεπεισρέουσιν ἀλλήλαις, ὥσπερ συμπεπλεγμέναι· οὔτε γὰρ χωρὶς αἰσθήσεως δυνατὸν νοῆσαι, οὔτε αἰσθέσθαι χωρὶς <l n="25"/> νοήσεως [δυνατὸν δὲ νόησιν]. ⟨ . . . ⟩ χωρὶς αἰσθήσεως νοεῖσθαι, καθάπερ οἱ διὰ τῶν ὀνείρων φανταζόμενοι ὁράματα· <pb facs="ScottHermeticaVolOne_0183"/> ἐμοὶ δὲ δοκεῖ ⟨ . . . ⟩ τὸ γεγονέναι ἀμφοτέρας τὰς ἐνεργείας ἐν τῇ τῶν ὀνείρων ὄψει· ἐγρηγοροῦσι γὰρ ⟨ . . . ⟩ αἰσθήσει. διῄρηται γὰ⟨ρ ἡ αἴσθησις⟩ εἴς τε τὸ σῶμα καὶ εἰς τὴν ψυχήν· καὶ ὅταν ἀμφότερα τὰ μέρη τῆς αἰσθήσεως πρὸς ἄλληλα συμφωνήσῃ, τότε ⟨συμβαίνει⟩ τὴν νόησιν ἐκφαίνε[ι]σθαι, <l n="5"/> ἀποκυηθεῖσαν ὑπὸ τοῦ νοῦ. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent"> ὁ γὰρ νοῦς κύει πάντα τὰ νοήματα, ἀγαθὰ μέν, ὅταν ὑπὸ τοῦ θεοῦ τὰ σπέρματα λάβῃ, ἐναντία δέ, ὅταν ὑπό τινος τῶν δαιμόν[ι]ων, [μηδενὸς μέρους τοῦ κόσμου κενοῦ ὄντος δαίμονος,] ⟨⟨ὅστις ὑπεισελθὼν⟩⟩ τῷ ⟨μὴ⟩ ὑπὸ τοῦ θεοῦ πεφωτισμένῳ <l n="10"/> [δαίμονι] [[ὅστις ὑπεισελθὼν]] ἔσπειρε τῆς ἰδίας ἐνεργείας τὸ σπέρμα, καὶ ἐκύησεν ὁ νοῦς τὸ σπαρέν, μοιχείας, φόνους, πατροτυπίας, ἱεροσυλίας, ἀσεβείας [ἀγχόνας, κατὰ κρημνῶν καταφοράς, καὶ ἄλλα πάντα ὅσα δαιμόνων ἔργα]. </p></div></div></body></text></TEI>