<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p rend="indent"> ταῦτά σοι, Ἀσκληπιέ, ἐννοοῦντι ⟨μὲν⟩ ἀληθῆ δόξειεν ἄΝ, <l n="25"/> ⟨μὴ ἐν⟩νοοῦντι δὲ ἄπιστα· τῷ γὰρ νοῆσαι ἕπεται τὸ πιστεῦσαι, τὸ ἀπιστῆσαι δὲ τῷ μὴ νοῆσαι. ὁ γὰρ λόγος [μ] οὐ φθάνει μέχρι τῆς ἀληθείας· ὁ δὲ νοῦς μέγας ἐστί, καὶ ὑπὸ τοῦ λόγου μέχρι τινὸς ὁδηγηθείς, φθάνει Μέχρι τῆς ἀληθείας· καὶ <pb facs="ScottHermeticaVolOne_0189"/> περινοήσας τὰ πάντα, καὶ εὑρὼν σύμφωνα τοῖς ὑπὸ τοῦ λόγου ἑρμηνευθεῖσιν, ἐπίστευσε, καὶ τῇ καλῇ πίστει ἐπανεπαύσατο. τοιΓ⟨αρ⟩οῦν [[τὰ προειρημένα]] [ὑπὸ τοῦ θεοῦ] νοήσασι μὲν πιστὰ ⟨⟨τὰ προειρημένα⟩⟩, μὴ νοήσασι δὲ ἄπιστα. </p><p>ταῦτα καὶ τοσαῦτα περὶ νοήσεως καὶ αἰσθήσεως λεγέσθω. <l n="5"/> </p></div></div></body></text></TEI>