ταῦτά σοι, Ἀσκληπιέ, ἐννοοῦντι ⟨μὲν⟩ ἀληθῆ δόξειεν ἄΝ, ⟨μὴ ἐν⟩νοοῦντι δὲ ἄπιστα· τῷ γὰρ νοῆσαι ἕπεται τὸ πιστεῦσαι, τὸ ἀπιστῆσαι δὲ τῷ μὴ νοῆσαι. ὁ γὰρ λόγος [μ] οὐ φθάνει μέχρι τῆς ἀληθείας· ὁ δὲ νοῦς μέγας ἐστί, καὶ ὑπὸ τοῦ λόγου μέχρι τινὸς ὁδηγηθείς, φθάνει Μέχρι τῆς ἀληθείας· καὶ περινοήσας τὰ πάντα, καὶ εὑρὼν σύμφωνα τοῖς ὑπὸ τοῦ λόγου ἑρμηνευθεῖσιν, ἐπίστευσε, καὶ τῇ καλῇ πίστει ἐπανεπαύσατο. τοιΓ⟨αρ⟩οῦν [[τὰ προειρημένα]] [ὑπὸ τοῦ θεοῦ] νοήσασι μὲν πιστὰ ⟨⟨τὰ προειρημένα⟩⟩, μὴ νοήσασι δὲ ἄπιστα. ταῦτα καὶ τοσαῦτα περὶ νοήσεως καὶ αἰσθήσεως λεγέσθω.