τὸ δὲ τρίτον [[ζῷον]] ὁ ἄνθρωπος, κατ᾽ εἰκόνα τοῦ κόσμου γενόμενος, ⟨ν⟩οῦ⟨ν⟩ κατὰ βούλησιν τοῦ πατρὸς ἔχων παρὰ τὰ ἄλλα ἐπίγεια ζῷα, οὐ μόνον πρὸς τὸν δεύτερον θεὸν συμπάθειαν ἔχων, ἀλλὰ καὶ ἔννοιαν τοῦ πρώτου. τοῦ μὲν γὰρ αἰσθάνεται ὡς σώματος, τοῦ δὲ ἔννοιαν λαμβάνει ὡς ἀσωμάτου [καὶ νοῦ τοῦ ἀγαθοῦ].—Τοῦτο οὖν οὐκ ἀπόλλυται τὸ ζῷον ;—Εὐφήμησον, ὦ τέκνον, καὶ νόησον τί θεός, τί κόσμος, τί ζῷον ἀθάνατον, τί ζῷον διάλυτον. καὶ [νόησον ὅτι] ὁ μὲν κόσμος ὑπὸ τοῦ θεοῦ καὶ ἐν τῷ θεῷ, ὁ δὲ ἄνθρωπος ὑπὸ τοῦ κόσμου καὶ ἐν τῷ κόσμῳ· ἀρχὴ δὲ καὶ περιοχὴ καὶ σύστασις πάντων ὁ θεός.