αὕτη δὲ ἡ ἀταξία ⟨π⟩ερὶ τὰ ἐπίγεια ζῷα γίνεται. τῶν γὰρ οὐρανίων τὰ σώματα μίαν τάξιν ἔχει, ἣν εἴληχεν ἀπὸ τοῦ πατρὸς τὴν ἀρχήν· τηρεῖται δὲ αὕτη ὑπὸ τῆς ἑκάστου ἀποκαταστάσεως ἀδιάλυτος. ἡ δὲ ἀποκατάστασις τῶν ἐπιγείων σωμάτων ⟨διαλυθείσης γίνεται τῆς⟩ συστάσεως· ⟨τ⟩ῇ δὲ διαλύσει ⟨τ⟩αύτῃ ἀποκαθίσταται εἰς τὰ ἀδιάλυτα σώματα, τουτέστι τὰ ἀθάνατα· καὶ οὕτω στέρησις γίνεται τῆς αἰσθήσεαως, οὐκ ἀπώλεια ⟨⟨ζω῀Ηϲ⟩⟩ [τῶν σωμάτων].