καὶ ὅσον ἦν τῆς ὕλης ὑποκείμενον τῷ ἑαυτοῦ ⟨θελήματι⟩, τὸ πᾶν ὁ πατὴρ σωματοποιήσας καὶ ὀγκώσας ἐποίησε σφαιροειδές, τοῦτο αὐτῷ τὸ ποιὸν περιθείς, οὖσαν καὶ αὐτὴν ἀθάνατον, καὶ ἔχουσαν ἀίδιον τὴν ὑλότητα. πλέον δέ, τῶν Ζῴων τὰ ποιὰ ὁ πατὴρ ἐγκατασπείρας τῇ σφαίρᾳ ὥσπερ ἐν ἄντρῳ κατέκλεισε, πάσῃ ποιότητι κοσμῆσαι βουλόμενος τὸ μετ᾽ αὐτοῦ ⟨ἄ⟩ποιον. τῇ δὲ ἀθανασίᾳ περι⟨έ⟩βαλε τὸ πᾶν σῶμα, ἵνα μὴ ⟨ἡ⟩ ὕλη, [καὶ] τῆς τούτου συστάσεως θελήσασα ἀποστῆναι, διαλυθῇ εἰς τὴν ἑαυτῆς ἀταξίαν. ὅτε γὰρ ἦν ἀσώματος ἡ ὕλη, ὦ τέκνον, ἄτακτος ἦν· ἔχει δὲ καὶ ἐνθάδε ⟨ἄτακτόν⟩ τι περὶ τὰ [ἄλλα] μικρὰ [ποιὰ] ⟨ζῷα⟩ εἱλούμενον, τὸ τῆς αὐξήσεως καὶ [τὸ τῆς] μειώσεως [ὃν θάνατον οἱ ἄνθρωποι καλοῦσιν].