πρῶτος γὰρ πάντων, ⟨⟨καὶ⟩⟩ ὄντως [[καὶ]] ἀίδιος καὶ ἀγέννητος, [καὶ] ⟨ὁ⟩ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ᾽ εἰκόνα αὐτοῦ ὑπ᾽ αὐτοῦ γενόμενος, καὶ ὑπ᾽ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος, ⟨⟨ἀείζωο⟨ς ὤ⟩ν, ὡς⟩⟩ ἀθανατιζόμενος [ὡς] ὑπὸ ἀιδίου ⟨ὄντος τοῦ⟩ πατρός [[ἀείζωον ὡς]] [ἀθάνατος]. τὸ γὰρ ἀείζωον τοῦ ἀιδίου διαφέρει. ὁ μὲν γὰρ ⟨πατὴρ⟩ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ ἐγένετο, ὑφ᾽ ἑαυτοῦ· ⟨μᾶλλον δὲ⟩ οὔποτε ἐγένετο, ἀλλ᾽ ἀεὶ ⟨ἔστιν· ὁ δὲ κόσμος ἀεὶ⟩ γίνεται. τὸ γὰρ αἴτον ⟨τ⟩οῦ [ἀίδιόν ἐστι] ⟨εἶναι⟩ τὸ πᾶν ⟨ὁ πατήρ⟩· ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ αἴτιος. ὁ δῊ κόσμος ὑπὸ τοῦ πατρὸς ἀιδί⟨ου ὄντ⟩ος [καὶ] ἀθάνατος γέγονε.