<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg008.1st1K-grc1"><div type="textpart" subtype="section" n="1b"><p rend="indent">⟨...⟩ περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.] </p></div></div></body></text></TEI>