Περὶ ψυχῆς καὶ σώματος, ὦ παῖ, νῦν λεκτέον, τρόπῳ μὲν ποίῳ ἀθάνατος ἡ ψυχή, ἐνεργείᾳ δὲ ποταπῇ ⟨...⟩ ἐστι συστάσεως σώματος καὶ διαλύσεως. ⟨...⟩ περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.] πρῶτος γὰρ πάντων, ⟨⟨καὶ⟩⟩ ὄντως [[καὶ]] ἀίδιος καὶ ἀγέννητος, [καὶ] ⟨ὁ⟩ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ᾽ εἰκόνα αὐτοῦ ὑπ᾽ αὐτοῦ γενόμενος, καὶ ὑπ᾽ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος, ⟨⟨ἀείζωο⟨ς ὤ⟩ν, ὡς⟩⟩ ἀθανατιζόμενος [ὡς] ὑπὸ ἀιδίου ⟨ὄντος τοῦ⟩ πατρός [[ἀείζωον ὡς]] [ἀθάνατος]. τὸ γὰρ ἀείζωον τοῦ ἀιδίου διαφέρει. ὁ μὲν γὰρ ⟨πατὴρ⟩ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ ἐγένετο, ὑφ᾽ ἑαυτοῦ· ⟨μᾶλλον δὲ⟩ οὔποτε ἐγένετο, ἀλλ᾽ ἀεὶ ⟨ἔστιν· ὁ δὲ κόσμος ἀεὶ⟩ γίνεται. τὸ γὰρ αἴτον ⟨τ⟩οῦ [ἀίδιόν ἐστι] ⟨εἶναι⟩ τὸ πᾶν ⟨ὁ πατήρ⟩· ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ αἴτιος. ὁ δῊ κόσμος ὑπὸ τοῦ πατρὸς ἀιδί⟨ου ὄντ⟩ος [καὶ] ἀθάνατος γέγονε. καὶ ὅσον ἦν τῆς ὕλης ὑποκείμενον τῷ ἑαυτοῦ ⟨θελήματι⟩, τὸ πᾶν ὁ πατὴρ σωματοποιήσας καὶ ὀγκώσας ἐποίησε σφαιροειδές, τοῦτο αὐτῷ τὸ ποιὸν περιθείς, οὖσαν καὶ αὐτὴν ἀθάνατον, καὶ ἔχουσαν ἀίδιον τὴν ὑλότητα. πλέον δέ, τῶν Ζῴων τὰ ποιὰ ὁ πατὴρ ἐγκατασπείρας τῇ σφαίρᾳ ὥσπερ ἐν ἄντρῳ κατέκλεισε, πάσῃ ποιότητι κοσμῆσαι βουλόμενος τὸ μετ᾽ αὐτοῦ ⟨ἄ⟩ποιον. τῇ δὲ ἀθανασίᾳ περι⟨έ⟩βαλε τὸ πᾶν σῶμα, ἵνα μὴ ⟨ἡ⟩ ὕλη, [καὶ] τῆς τούτου συστάσεως θελήσασα ἀποστῆναι, διαλυθῇ εἰς τὴν ἑαυτῆς ἀταξίαν. ὅτε γὰρ ἦν ἀσώματος ἡ ὕλη, ὦ τέκνον, ἄτακτος ἦν· ἔχει δὲ καὶ ἐνθάδε ⟨ἄτακτόν⟩ τι περὶ τὰ [ἄλλα] μικρὰ [ποιὰ] ⟨ζῷα⟩ εἱλούμενον, τὸ τῆς αὐξήσεως καὶ [τὸ τῆς] μειώσεως [ὃν θάνατον οἱ ἄνθρωποι καλοῦσιν]. αὕτη δὲ ἡ ἀταξία ⟨π⟩ερὶ τὰ ἐπίγεια ζῷα γίνεται. τῶν γὰρ οὐρανίων τὰ σώματα μίαν τάξιν ἔχει, ἣν εἴληχεν ἀπὸ τοῦ πατρὸς τὴν ἀρχήν· τηρεῖται δὲ αὕτη ὑπὸ τῆς ἑκάστου ἀποκαταστάσεως ἀδιάλυτος. ἡ δὲ ἀποκατάστασις τῶν ἐπιγείων σωμάτων ⟨διαλυθείσης γίνεται τῆς⟩ συστάσεως· ⟨τ⟩ῇ δὲ διαλύσει ⟨τ⟩αύτῃ ἀποκαθίσταται εἰς τὰ ἀδιάλυτα σώματα, τουτέστι τὰ ἀθάνατα· καὶ οὕτω στέρησις γίνεται τῆς αἰσθήσεαως, οὐκ ἀπώλεια ⟨⟨ζω῀Ηϲ⟩⟩ [τῶν σωμάτων].