<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0173"/> Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνωσίας <l n="20"/> ἄκρατον [λόγον] ἐκπιόντες; ὃν οὐδὲ φέρειν δύνασθε, ἀλλ᾽ ἤδη αὐτὸν καὶ ἐμεῖτε. στῆτε νήψαντες, ἀναβλέψαντες τοῖς τῆς καρδίας ὀφθαλμοῖς, καὶ εἰ μὴ πάντες δύνασθε, οἵ γε καὶ δυνάμενοι. </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent">ἡ γὰρ τῆς ἀγνωσίας κακία ἐπικλύζει πᾶσαν τὴν γῆν, <l n="25"/> καὶ συϲϲΎρει τὴν ἐν τῷ σώματι κατακεκλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίϲασθαι τοῖς τῆς σωτηρίας λιμέσι. μὴ <pb facs="ScottHermeticaVolOne_0175"/> συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύματι· </p></div><div type="textpart" subtype="section" n="2a"><p>ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ [τῆς σωτηρίας] λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε χειραγωγόν, τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους· ὅπου οὐδὲ εἷς μεθύει, <l n="5"/> ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ καρδίᾳ εἰς τὸν ⟨οὕτως⟩ ὁραθῆναι θέλοντα· οὐ γάρ ἐστιν ἀκουστός, οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. </p></div><div type="textpart" subtype="section" n="2b"><p rend="indent">πρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα, ⟨⟨τὸν σκοτεινὸν περίβολον,⟩⟩ τὸ τῆς ἀγνωσίας ὕφασμα, τὸ τῆς <l n="10"/> κακίας ⎡στήριγμα⎤, τὸν τῆς φθορᾶς δεσμόν, [[τὸν σκοτεινὸν περίβολον,]] τὸν ζῶντα θάνατον, τὸν αἰσθητ⟨ικ⟩ὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοικον λῃστήν, ⟨⟨⟨τὸν⟩ ἐχθρὸν⟩⟩ τὸν [δι᾽] ὧν ⟨ἐ⟩φίεϲαι μισοῦντα καὶ [δι᾽] ὧν ⟨ἐπιθυ⟩μ⟨ε⟩ῖς ⟨σ⟩οι φθονοῦντα. </p></div><div type="textpart" subtype="section" n="3"><p>τοιοῦτός ἐστιν ὃν ἐνεδύσω [[ἐχθρὸν]] χιτών[α], <l n="15"/> ἄγχων σε κάτω πρὸς αὑτόν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενος τὸ κάλλος τῆς ἀληθείας, καὶ τὸ ἐ[γ]κεῖ μένον ἀγαθόν, μισήσῃς τὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλὴν ἣν ἐπεβούλευσέ σοι, τὰ [δοκοῦντα καὶ μὴ] νομιζόμενα αἰσθητήρια ἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξας, καὶ <l n="20"/> μυσαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧν ἀκούειν σε δεῖ, μήτε βλέπῃς [περὶ ὧν] ⟨ἃ⟩ βλέπειν σε δεῖ. <pb facs="ScottHermeticaVolOne_0177"/> </p></div></div></body></text></TEI>