Τὸ ἀγαθόν, ὦ Ἀσκληπιέ, [ἐν οὐδενί ἐστιν εἰ μὴ ἐν μόνῳ τῷ θεῷ. μᾶλλον δὲ τὸ ἀγαθὸν αὐτός ἐστιν ὁ θεός [ἀεί]. εἰ δὲ οὕτως,] οὐσίαν εἶναι δεῖ πάσης κινήσεως καὶ γενέσεως ἔρημον [δὲ οὐδέν ἐστιν], αὐτὴΝ ⟨⟨δὲ⟩⟩ περὶ [[δὲ]] αὑτὴν στατικὴν ἐνέργειαν ἔχουσα⟨ν⟩, ἀνενδεῆ καὶ ⟨παθῶν⟩ ἀπείρΗτον, πληρεστάτην χορηγ⟨ημάτ⟩ων. [[ἐν δὲ ἀρχῇ πάντων]] πᾶν γὰρ τὸ χορηγοῦν ἀγαθὸν [ὅταν] λέγεται· ⟨⟨ἓν δὲ ἀρχὴ πάντων,⟩⟩ καὶ πάντα καὶ ἀεὶ ⟨χορηγοῦν, τὸ⟩ ἀγαθόν ἐστι. τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν εἰ μὴ μόνῳ τῷ θεῷ. οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσας αὐτὸ κτήσασθαι κακὸς γένΗται· οὔτε τῶν ὄντων οὐδὲν ἀπόβλητόν ἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται· [λύπη γὰρ κακίας μέρος·] οὔτε κρεῖττον αὐτοῦ ἐστὶν οὐδέν, ὑφ᾽ οὗ ⟨⟨ἀδικηθεὶϲ⟩⟩ πολεμήϲει· οὔτε σύζυγόν ἐστιν αὐτῷ, [τὸ [[ἀδικηθῆναι]] καὶ διὰ τοῦτο] [αυτ]οὗ ἐρασθήσεται· οὔτε ἀνήκοον, ᾧ ὀργισθήσεται· οὔτε σοφώτερον, ὃ ζηλώσει. τούτων δὲ μὴ ⟨ἐν⟩όντοϲ τῇ οὐσίᾳ ⟨αὐτοῦ⟩ μηδενός, τί ὑπολείπεται ἢ μόνον τὸ ἀγαθόν; ὥσπερ ⎡γὰρ⎤ οὐδὲν τῶν ⟨κακῶν⟩ ἐν τῇ τοιαύτῃ οὐσίᾳ, οὕτως ἐν οὐδενὶ τῶν ἄλλων τὸ ἀγαθὸν εὑρεθήσεται. ἐν πᾶσι γὰρ τοῖϲ ἄλλοιϲ πάντα ἐστὶ ⟨κακά⟩, καὶ ἐν τοῖς μικροῖς καὶ ἐν τοῖς μεγάλοις, καὶ ἐν τοῖς καθ᾽ ἓν[α] καὶ ἐν αὐτῷ τῷ ζῴῳ τῷ πάντων μείζονι καὶ δυνατωτάτῳ. παθῶν γὰρ πλήρη τὰ γενητά, αὐτῆς τῆς γενέσεως παθητῆς οὔσης. ὅπου δὲ πάθος, οὐδαμοῦ τὸ ἀγαθόν· ὅπου δὲ τὸ ἀγαθόν, οὐδαμοῦ οὐδὲ ἓν πάθος. ὅπου γὰρ ἡμέρα, οὐδαμοῦ νύξ· ὅπου δὲ νύξ, οὐδαμοῦ ἡμέρα. ὅθεν ἀδύνατον ἐν γενέσει εἶναι τὸ ἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγεννήτῳ. ὥσπερ δὲ μετουσία πάντων ἐστὶν ἐν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ. τοῦτον τὸν τρόπον ἀγαθὸς ὁ κόσμος, καθὰ καὶ αὐτὸς πάντα ποιεῖ, ⟨ὡς⟩ ἐν τῷ μέρει τοῦ ποιεῖν ἀγαθὸς εἶναι. ἐν δὲ τοῖς ἄλλοις πᾶσιν οὐκ ἀγαθός· καὶ γὰρ παθητός ἐστι [καὶ κινητὸς] καὶ παθητῶν ποιητής. [[ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τοῦ ἀγαθοῦ τὸ κακὸν τέτακται· τὸ γὰρ μὴ λίαν κακὸν ἐνθάδε τὸ ἀγαθόν]] [ἐστι.] [[τὸ δὲ ἐνθάδε ἀγαθὸν μόριον τοῦ κακοῦ τὸ ἐλάχιστον.]] ἀδύνατον οὖν [τὸ ἀγαθὸν] ⟨τὰ⟩ ἐνθάδε καθαρεύειν τῆς κακίας· ⟨⟨τὸ δὲ ἐνθάδε ἀγαθόν, ⟨ᾧ⟩ μόριον τοῦ κακοῦ [τὸ] ἐλάχιστον·⟩⟩ κακοῦται γὰρ ἐνθάδε τὸ ἀγαθόν. [κακούμενον γὰρ οὐκέτι ἀγαθὸν μένει· μὴ μεῖναν δέ, κακὸν γίνεται.]