ἴδε πόσαι τέχναι μίας ὕλης, καὶ πόσα ἔργα ⟨ἐν⟩ μιᾷ περιγραφῇ· καὶ πάντα περικαλλῆ, καὶ πάντα μεμετρημένα, πάντα δὲ ἐν διαφορᾷ. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ, ποῖος πατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, ⟨ὁ⟩ τῷ ἑαυτοῦ θελήματι πάντα δημιουργήσας; καὶ ἀνδριάντα μὲν ἢ εἰκόνα χωρὶς ἀνδριαντοποιοῦ ἢ ζωγράφου οὐδείς φησι γεγονέναι· τοῦτο δὲ τὸ δημιούργημα χωρὶς δημιουργοῦ γέγονεν; ὦ τῆς πολλῆς τυφλότητος, ὦ τῆς πολλῆς ἀσεβείας, ὦ τῆς πολλῆς ἀγνωμοσύνης. μηδέποτε, ὦ τέκνον Τάτ, ἀποστερήσῃς τοῦ δημιουργοῦ τὰ δημιουργήματα· μᾶλλον δὲ ⟨...⟩. [⎡κρείττων ἐστὶν ὅσος κατὰ θεὸν ὀνόματος τοσοῦτος.⎤] ⟨τίς γὰρ ἄλλος⟩ ἐστὶν ὁ πάντων πατήρ; ἦ γὰρ ⟨οὐ⟩ μόνος οὗτος; καὶ τοῦτο αὐτῷ τὸ ἔργον ἐστί, ⟨τὸ⟩ πατέρα εἶναι. εἰ δέ τί με καὶ τολμηρότερον ἀνάγκΗ[ζεις] εἰπεῖν, τούτου ἐστὶν ⟨ἡ⟩ οὐσία τὸ κιΝεῖν πάντα καὶ ποιεῖν· καὶ ὥσπερ χωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτω καὶ τοῦτον Δεῖ μὴ εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐν οὐρανῷ, ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου ⟨μέρει⟩, ἐν παντὶ [τοῦ παντὸς] τῷ ὄντι καὶ τῷ μὴ ὄντι. οὐδὲν γάρ ἐστιν ἐν παντὶ ἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. ἔστιν αὐτὸς καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα· τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲ μὴ ὄντα ἔχει ἐν ἑαυτῷ.