<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent">αὕτη ἡ τάξις τοῦ κόσμου [καὶ οὗτος ὁ κόσμος τῆς τάξεως]. εἰ ⟨δὲ⟩ θέλεις καὶ διὰ τῶν θνητῶν ⟨αὐτὸν⟩ θεάσασθαι τῶν ἐπὶ <l n="20"/> γῆς καὶ τῶν ἐν βυθῷ, ⟨... ⟩. νόησον, ὦ τέκνον, δημιουργούμενον ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον, καὶ τοῦ δημιουργήματος ἀκριβῶς τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν τὴν καλὴν ταύτην καὶ θείαν [τοῦ ἀνθρώπου] εἰκόνα. τίς ὁ τοὺς ὀφθαλμοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα <l n="25"/> τρυπήσας; τίς ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας; τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιήσας; τίς ὁ ⟨τὸ⟩ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύλους διελών; τίς ὁ τοῖς ποσὶ ⟨τὴν⟩ βάσιν πλατύνας; τίς ὁ διορύξας τοὺς πόρους; [[τίς ὁ τὸν σπλῆνα <l n="30"/> ἐκτείνας;]] τίς ὁ τὴν καρδίαν πυραμοειδῆ ποιήσας, ⟨καὶ⟩ [τίς ὁ] τὰ νεῦρα ⟨αὑτῇ⟩ συνθείς; τίς ὁ τὸ ἦπαρ πλατύνας; <pb facs="ScottHermeticaVolOne_0165"/> ⟨⟨τίς ὁ τὸν σπλῆνα ἐκτείνας;⟩⟩ τίς ὁ τὸνπνεύμονα σΗραγγώσας; τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα εἰς τὸ φανερὸν ἐκτυπώσας, καὶ τὰ αἰσχρὰ κρύψας; </p></div></div></body></text></TEI>