αὕτη ἡ τάξις τοῦ κόσμου [καὶ οὗτος ὁ κόσμος τῆς τάξεως]. εἰ ⟨δὲ⟩ θέλεις καὶ διὰ τῶν θνητῶν ⟨αὐτὸν⟩ θεάσασθαι τῶν ἐπὶ γῆς καὶ τῶν ἐν βυθῷ, ⟨... ⟩. νόησον, ὦ τέκνον, δημιουργούμενον ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον, καὶ τοῦ δημιουργήματος ἀκριβῶς τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν τὴν καλὴν ταύτην καὶ θείαν [τοῦ ἀνθρώπου] εἰκόνα. τίς ὁ τοὺς ὀφθαλμοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα τρυπήσας; τίς ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας; τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιήσας; τίς ὁ ⟨τὸ⟩ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύλους διελών; τίς ὁ τοῖς ποσὶ ⟨τὴν⟩ βάσιν πλατύνας; τίς ὁ διορύξας τοὺς πόρους; [[τίς ὁ τὸν σπλῆνα ἐκτείνας;]] τίς ὁ τὴν καρδίαν πυραμοειδῆ ποιήσας, ⟨καὶ⟩ [τίς ὁ] τὰ νεῦρα ⟨αὑτῇ⟩ συνθείς; τίς ὁ τὸ ἦπαρ πλατύνας; ⟨⟨τίς ὁ τὸν σπλῆνα ἐκτείνας;⟩⟩ τίς ὁ τὸνπνεύμονα σΗραγγώσας; τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα εἰς τὸ φανερὸν ἐκτυπώσας, καὶ τὰ αἰσχρὰ κρύψας;