εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς τὸν ἀέρα, καὶ μέσον ἀρθέντα [τῆς] γῆς καὶ οὐρανοῦ ἰδεῖν γῆς μὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν δὲ τὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα, ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα τῆc περὶ ταῦτα περιβάσεωϲ. ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης, ὑπὸ μίαν ῥοπὴν πάντα ταῦτα ⟨φερόμενα ἰδόντα⟩ θεάσασθαι τὸν ἀκίνητον διὰ ⟨τῶν κινητῶν⟩ κινούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι᾽ ὦν ποιεῖ.