εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς τὸν ἀέρα, καὶ μέσον ἀρθέντα [τῆς] γῆς καὶ οὐρανοῦ ἰδεῖν γῆς μὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν δὲ τὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα, ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα τῆc περὶ ταῦτα περιβάσεωϲ. ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης, ὑπὸ μίαν ῥοπὴν πάντα ταῦτα ⟨φερόμενα ἰδόντα⟩ θεάσασθαι τὸν ἀκίνητον διὰ ⟨τῶν κινητῶν⟩ κινούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι᾽ ὦν ποιεῖ. αὕτη ἡ τάξις τοῦ κόσμου [καὶ οὗτος ὁ κόσμος τῆς τάξεως]. εἰ ⟨δὲ⟩ θέλεις καὶ διὰ τῶν θνητῶν ⟨αὐτὸν⟩ θεάσασθαι τῶν ἐπὶ γῆς καὶ τῶν ἐν βυθῷ, ⟨... ⟩. νόησον, ὦ τέκνον, δημιουργούμενον ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον, καὶ τοῦ δημιουργήματος ἀκριβῶς τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν τὴν καλὴν ταύτην καὶ θείαν [τοῦ ἀνθρώπου] εἰκόνα. τίς ὁ τοὺς ὀφθαλμοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα τρυπήσας; τίς ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας; τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιήσας; τίς ὁ ⟨τὸ⟩ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύλους διελών; τίς ὁ τοῖς ποσὶ ⟨τὴν⟩ βάσιν πλατύνας; τίς ὁ διορύξας τοὺς πόρους; [[τίς ὁ τὸν σπλῆνα ἐκτείνας;]] τίς ὁ τὴν καρδίαν πυραμοειδῆ ποιήσας, ⟨καὶ⟩ [τίς ὁ] τὰ νεῦρα ⟨αὑτῇ⟩ συνθείς; τίς ὁ τὸ ἦπαρ πλατύνας; ⟨⟨τίς ὁ τὸν σπλῆνα ἐκτείνας;⟩⟩ τίς ὁ τὸνπνεύμονα σΗραγγώσας; τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα εἰς τὸ φανερὸν ἐκτυπώσας, καὶ τὰ αἰσχρὰ κρύψας; ἴδε πόσαι τέχναι μίας ὕλης, καὶ πόσα ἔργα ⟨ἐν⟩ μιᾷ περιγραφῇ· καὶ πάντα περικαλλῆ, καὶ πάντα μεμετρημένα, πάντα δὲ ἐν διαφορᾷ. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ, ποῖος πατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, ⟨ὁ⟩ τῷ ἑαυτοῦ θελήματι πάντα δημιουργήσας; καὶ ἀνδριάντα μὲν ἢ εἰκόνα χωρὶς ἀνδριαντοποιοῦ ἢ ζωγράφου οὐδείς φησι γεγονέναι· τοῦτο δὲ τὸ δημιούργημα χωρὶς δημιουργοῦ γέγονεν; ὦ τῆς πολλῆς τυφλότητος, ὦ τῆς πολλῆς ἀσεβείας, ὦ τῆς πολλῆς ἀγνωμοσύνης. μηδέποτε, ὦ τέκνον Τάτ, ἀποστερήσῃς τοῦ δημιουργοῦ τὰ δημιουργήματα· μᾶλλον δὲ ⟨...⟩. [⎡κρείττων ἐστὶν ὅσος κατὰ θεὸν ὀνόματος τοσοῦτος.⎤] ⟨τίς γὰρ ἄλλος⟩ ἐστὶν ὁ πάντων πατήρ; ἦ γὰρ ⟨οὐ⟩ μόνος οὗτος; καὶ τοῦτο αὐτῷ τὸ ἔργον ἐστί, ⟨τὸ⟩ πατέρα εἶναι. εἰ δέ τί με καὶ τολμηρότερον ἀνάγκΗ[ζεις] εἰπεῖν, τούτου ἐστὶν ⟨ἡ⟩ οὐσία τὸ κιΝεῖν πάντα καὶ ποιεῖν· καὶ ὥσπερ χωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτω καὶ τοῦτον Δεῖ μὴ εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐν οὐρανῷ, ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου ⟨μέρει⟩, ἐν παντὶ [τοῦ παντὸς] τῷ ὄντι καὶ τῷ μὴ ὄντι. οὐδὲν γάρ ἐστιν ἐν παντὶ ἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. ἔστιν αὐτὸς καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα· τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲ μὴ ὄντα ἔχει ἐν ἑαυτῷ.