⟨ἡ⟩ ἄρκτος, ⟨⟨ἡ⟩⟩ αὐτὴ [[ἡ]] περὶ αὑτὴν στρεφομένη, καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα, ⟨...· τίς ὁ...; ὁ ἀὴρ...·⟩ τίς ὁ τοῦτο κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ, ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης· ἀδύνατον γὰρ ἢ τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ ποιήσαντος. πᾶσα γὰρ τάξις ⟨ποιητή, μόνη δὲ ἡ⟩ ἀτοπία καὶ ἀμετρία ἀποίητος. ἀλλ᾽ οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον· καὶ γὰρ εἴ τι ἄτακτόν ἐστιν, ⎡ἐνδεὲς ὅτε κατέχει τοῦτό ἐστι τὸν τρόπον τῆς τάξεως·⎤ καὶ ⟨γὰρ ἡ ἀταξία⟩ ὑπὸ τὸν δεσπότην ἐστί, τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα.