<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="4"><p>⟨ἡ⟩ ἄρκτος, ⟨⟨ἡ⟩⟩ αὐτὴ [[ἡ]] περὶ αὑτὴν στρεφομένη, καὶ τὸν πάντα <pb facs="ScottHermeticaVolOne_0163"/> κόσμον συμπεριφέρουσα, ⟨...· τίς ὁ...; ὁ ἀὴρ...·⟩ τίς ὁ τοῦτο κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ, ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης· ἀδύνατον γὰρ ἢ τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ <l n="5"/> ποιήσαντος. πᾶσα γὰρ τάξις ⟨ποιητή, μόνη δὲ ἡ⟩ ἀτοπία καὶ ἀμετρία ἀποίητος. ἀλλ᾽ οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον· καὶ γὰρ εἴ τι ἄτακτόν ἐστιν, ⎡ἐνδεὲς ὅτε κατέχει τοῦτό ἐστι τὸν τρόπον τῆς τάξεως·⎤ καὶ ⟨γὰρ ἡ ἀταξία⟩ ὑπὸ τὸν δεσπότην ἐστί, τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα. <l n="10"/> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς τὸν ἀέρα, καὶ μέσον ἀρθέντα [τῆς] γῆς καὶ οὐρανοῦ ἰδεῖν γῆς μὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν δὲ τὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα, ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα τῆc περὶ ταῦτα περιβάσεωϲ. <l n="15"/> ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης, ὑπὸ μίαν ῥοπὴν πάντα ταῦτα ⟨φερόμενα ἰδόντα⟩ θεάσασθαι τὸν ἀκίνητον διὰ ⟨τῶν κινητῶν⟩ κινούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι᾽ ὦν ποιεῖ. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">αὕτη ἡ τάξις τοῦ κόσμου [καὶ οὗτος ὁ κόσμος τῆς τάξεως]. εἰ ⟨δὲ⟩ θέλεις καὶ διὰ τῶν θνητῶν ⟨αὐτὸν⟩ θεάσασθαι τῶν ἐπὶ <l n="20"/> γῆς καὶ τῶν ἐν βυθῷ, ⟨... ⟩. νόησον, ὦ τέκνον, δημιουργούμενον ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον, καὶ τοῦ δημιουργήματος ἀκριβῶς τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν τὴν καλὴν ταύτην καὶ θείαν [τοῦ ἀνθρώπου] εἰκόνα. τίς ὁ τοὺς ὀφθαλμοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα <l n="25"/> τρυπήσας; τίς ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας; τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιήσας; τίς ὁ ⟨τὸ⟩ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύλους διελών; τίς ὁ τοῖς ποσὶ ⟨τὴν⟩ βάσιν πλατύνας; τίς ὁ διορύξας τοὺς πόρους; [[τίς ὁ τὸν σπλῆνα <l n="30"/> ἐκτείνας;]] τίς ὁ τὴν καρδίαν πυραμοειδῆ ποιήσας, ⟨καὶ⟩ [τίς ὁ] τὰ νεῦρα ⟨αὑτῇ⟩ συνθείς; τίς ὁ τὸ ἦπαρ πλατύνας; <pb facs="ScottHermeticaVolOne_0165"/> ⟨⟨τίς ὁ τὸν σπλῆνα ἐκτείνας;⟩⟩ τίς ὁ τὸνπνεύμονα σΗραγγώσας; τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα εἰς τὸ φανερὸν ἐκτυπώσας, καὶ τὰ αἰσχρὰ κρύψας; </p></div></div></body></text></TEI>