<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="3"><p rend="indent">εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν, νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον, νόησον τῶν ἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; [τάξις γὰρ πᾶσα] [[περιώρισται ἀριθμῷ καὶ τόπῳ.]] ὁ ἥλιος [[θεὸς]] μέγιστος τῶν κατ᾽ οὐρανὸν θεῶν, <l n="25"/> ᾧ πάντες εἴκουσιν οἱ οὐράνιοι θεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ· καὶ οὗτος ὁ τηλικοῦτος ⟨⟨θεός⟩⟩, ὁ μείζων γῆς καὶ θαλάττης, ἀνέχεται ὑπὲρ ἑαυτὸν ἔχων ἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας· τίνα αἰδούμενος, ἢ τίνα φοβούμενος, ὦ τέκνον; ἕκαστος τούτων τῶν ἀστέρων ⟨⟨περιώρισται ἀριθμῷ <l n="30"/> καὶ τόπῳ⟩⟩· ⟨διὰ τί⟩ οὐ⟨χ⟩ [[τὸν]] ὅμοιον ἢ ἴσον ⟨⟨τὸν⟩⟩ δρόμον ποιοῦνται ⟨πάντες οἱ⟩ ἐν οὐρανῷ ὄντες; τίς ὁ ἑκάστῳ τὸν τ[ρ]όπον καὶ τὸ μέγεθος τοῦ δρόμου ὁρίσας; </p></div></div></body></text></TEI>