εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν, νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον, νόησον τῶν ἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; [τάξις γὰρ πᾶσα] [[περιώρισται ἀριθμῷ καὶ τόπῳ.]] ὁ ἥλιος [[θεὸς]] μέγιστος τῶν κατ᾽ οὐρανὸν θεῶν, ᾧ πάντες εἴκουσιν οἱ οὐράνιοι θεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ· καὶ οὗτος ὁ τηλικοῦτος ⟨⟨θεός⟩⟩, ὁ μείζων γῆς καὶ θαλάττης, ἀνέχεται ὑπὲρ ἑαυτὸν ἔχων ἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας· τίνα αἰδούμενος, ἢ τίνα φοβούμενος, ὦ τέκνον; ἕκαστος τούτων τῶν ἀστέρων ⟨⟨περιώρισται ἀριθμῷ καὶ τόπῳ⟩⟩· ⟨διὰ τί⟩ οὐ⟨χ⟩ [[τὸν]] ὅμοιον ἢ ἴσον ⟨⟨τὸν⟩⟩ δρόμον ποιοῦνται ⟨πάντες οἱ⟩ ἐν οὐρανῷ ὄντες; τίς ὁ ἑκάστῳ τὸν τ[ρ]όπον καὶ τὸ μέγεθος τοῦ δρόμου ὁρίσας;