τὰ δὲ πάντα φαντασιῶν, διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι· καὶ μάλιστα οἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. σὺ οὖν, ὦ Τὰτ τέκνον, εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρί, [καὶ] ⟨τῷ⟩ μόνῳ καὶ [οὐχ] ἑνὶ ⟨ἀγαθῷ⟩ [ἀλλ᾽ ἀφ᾽ οὗ ὁ εἷς`, ἵλεω τυχεῖν [[ἵνα δυνηθῇς τὸν τηλικοῦτον θεὸν νοῆσαι,]] καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇ διανοίᾳ ἐλλάμψαι, ⟨⟨ἵνα δυνηθῇς τὸν τηλικοῦτον [θεὸν] νοῆσαι.⟩⟩ νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶ αὐτὴ ἀφανὴς οὖσα· ⟨⟨εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν ἑαυτῷ ⟨ὢν⟩ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;⟩⟩ εἰ ⟨δὲ⟩ δύνασαι τοῖς τοῦ νοῦ ὀφθαλμοῖς ⟨⟨ἰδεῖν⟩⟩, φανήσεται, ὦ Τάτ· ἀφθόνως γὰρ ὁ κύριος φαίνεται διὰ παντὸς τοῦ κόσμου [νόησιν] [[ἰδεῖν]]· ⟨⟨καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι⟩⟩ καὶ λαβέσθαι αὐτ῀Ης ταῖς χερσὶ δύνασαι [[καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι]]. [[εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν σαυτῷ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;]]