⟨... ⟩ ⎡οὐ γὰρ ἂν ἦν εἰ ἀφανὲς ἦν.⎤ πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ. τὸ δὲ ἀφανὲς ἀεὶ ἔστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει. ⟨...⟩ ἀεὶ γὰρ ἔστι· καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ ὤν. ⟨πάντα οὖν⟩ φανερῶν, αὐτὸς οὐ φανεροῦται, οὐκ αὐτὸς γεννώμενος ἐν φαντασίᾳ, [[δὲ]] πάντα ⟨⟨δὲ⟩⟩ φαντασιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν· οὐδὲν γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις. ὁ δῊ εἷς ἀγέννητος ⟨ὢν⟩ δῆλον ὅτι καὶ ἀφαντασίαστος· ⟨εἰ δὲ ἀφαντασίαστος,⟩ καὶ ἀφανής.