Καὶ τόνδε σοι τὸν λόγον, ὦ Τάτ, διεξελεύσομαι, ὅπως μὴ ἀμύητος ᾖς τοῦ κρείττονος θεοῦ ὀνόματος. σὺ δὲ νόει πῶς ⟨λέγω· νοοῦντι γὰρ⟩ τὸ δοκοῦν τοῖς πολλοῖς ἀφανὲς φανερώτατόν σοι γενήσεται. ⟨... ⟩ ⎡οὐ γὰρ ἂν ἦν εἰ ἀφανὲς ἦν.⎤ πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ. τὸ δὲ ἀφανὲς ἀεὶ ἔστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει. ⟨...⟩ ἀεὶ γὰρ ἔστι· καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ ὤν. ⟨πάντα οὖν⟩ φανερῶν, αὐτὸς οὐ φανεροῦται, οὐκ αὐτὸς γεννώμενος ἐν φαντασίᾳ, [[δὲ]] πάντα ⟨⟨δὲ⟩⟩ φαντασιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν· οὐδὲν γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις. ὁ δῊ εἷς ἀγέννητος ⟨ὢν⟩ δῆλον ὅτι καὶ ἀφαντασίαστος· ⟨εἰ δὲ ἀφαντασίαστος,⟩ καὶ ἀφανής. τὰ δὲ πάντα φαντασιῶν, διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι· καὶ μάλιστα οἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. σὺ οὖν, ὦ Τὰτ τέκνον, εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρί, [καὶ] ⟨τῷ⟩ μόνῳ καὶ [οὐχ] ἑνὶ ⟨ἀγαθῷ⟩ [ἀλλ᾽ ἀφ᾽ οὗ ὁ εἷς`, ἵλεω τυχεῖν [[ἵνα δυνηθῇς τὸν τηλικοῦτον θεὸν νοῆσαι,]] καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇ διανοίᾳ ἐλλάμψαι, ⟨⟨ἵνα δυνηθῇς τὸν τηλικοῦτον [θεὸν] νοῆσαι.⟩⟩ νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶ αὐτὴ ἀφανὴς οὖσα· ⟨⟨εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν ἑαυτῷ ⟨ὢν⟩ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;⟩⟩ εἰ ⟨δὲ⟩ δύνασαι τοῖς τοῦ νοῦ ὀφθαλμοῖς ⟨⟨ἰδεῖν⟩⟩, φανήσεται, ὦ Τάτ· ἀφθόνως γὰρ ὁ κύριος φαίνεται διὰ παντὸς τοῦ κόσμου [νόησιν] [[ἰδεῖν]]· ⟨⟨καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι⟩⟩ καὶ λαβέσθαι αὐτ῀Ης ταῖς χερσὶ δύνασαι [[καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι]]. [[εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν σαυτῷ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται;]] εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν, νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον, νόησον τῶν ἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; [τάξις γὰρ πᾶσα] [[περιώρισται ἀριθμῷ καὶ τόπῳ.]] ὁ ἥλιος [[θεὸς]] μέγιστος τῶν κατ᾽ οὐρανὸν θεῶν, ᾧ πάντες εἴκουσιν οἱ οὐράνιοι θεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ· καὶ οὗτος ὁ τηλικοῦτος ⟨⟨θεός⟩⟩, ὁ μείζων γῆς καὶ θαλάττης, ἀνέχεται ὑπὲρ ἑαυτὸν ἔχων ἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας· τίνα αἰδούμενος, ἢ τίνα φοβούμενος, ὦ τέκνον; ἕκαστος τούτων τῶν ἀστέρων ⟨⟨περιώρισται ἀριθμῷ καὶ τόπῳ⟩⟩· ⟨διὰ τί⟩ οὐ⟨χ⟩ [[τὸν]] ὅμοιον ἢ ἴσον ⟨⟨τὸν⟩⟩ δρόμον ποιοῦνται ⟨πάντες οἱ⟩ ἐν οὐρανῷ ὄντες; τίς ὁ ἑκάστῳ τὸν τ[ρ]όπον καὶ τὸ μέγεθος τοῦ δρόμου ὁρίσας; ⟨ἡ⟩ ἄρκτος, ⟨⟨ἡ⟩⟩ αὐτὴ [[ἡ]] περὶ αὑτὴν στρεφομένη, καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα, ⟨...· τίς ὁ...; ὁ ἀὴρ...·⟩ τίς ὁ τοῦτο κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ, ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης· ἀδύνατον γὰρ ἢ τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ ποιήσαντος. πᾶσα γὰρ τάξις ⟨ποιητή, μόνη δὲ ἡ⟩ ἀτοπία καὶ ἀμετρία ἀποίητος. ἀλλ᾽ οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον· καὶ γὰρ εἴ τι ἄτακτόν ἐστιν, ⎡ἐνδεὲς ὅτε κατέχει τοῦτό ἐστι τὸν τρόπον τῆς τάξεως·⎤ καὶ ⟨γὰρ ἡ ἀταξία⟩ ὑπὸ τὸν δεσπότην ἐστί, τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα.