τίς οὖν σε εὐλογῆσαι ὑπέρ σου ἢ πρός σε δύναιτο; ποῦ δὲ καὶ βλέπων εὐλογήσω σε, ἄνω, κάτω, ἔσω, ἔξω; cὺ γὰρ ⟨ὁ⟩ τ[ρ]όπος ⟨⟨τῶν ὄντων⟩⟩· οὐ τόπος ἐστὶ⟨ν⟩ ⟨⟨ἄλλο⟨ς⟩ οὐδεὶc⟩⟩ παρὰ σέ [οὐδὲ] [[ἄλλο οὐδὲν]] [[τῶν ὄντων]], πάντα δὲ ἐν σοί. ⟨...⟩ πάντα ἀπὸ σοῦ· πάντα δίδως, καὶ οὐδὲν λαμβάνεις· πάντα γὰρ ἔχεις, καὶ οὐδὲν ὃ οὐκ ἔχεις.