<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="10a"><p rend="indent">οὗτος ὁ θεοῦ ὀνόματος κρείττων. οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος. οὗτος ὁ τῷ νοΐ θεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός. οὗτος ὁ ἀσώματος, ⟨οὗτος⟩ ὁ πολυσώματος, μᾶλλον δὲ παντο[ς]σώματος. οὐδέν ἐστιν [[οὗτος]] ὃ οὐκ ἔστι⟨ν⟩ ⟨⟨οὗτος⟩⟩· πάντα γὰρ ⟨ἃ⟩ ἔστι καὶ οὗτός ἐστι. καὶ <l n="30"/> διὰ τοῦτο αὐτὸς ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνὸς ⟨αὐτοῦ πάντα⟩ ἐστὶ πατρός· καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι πάντων ἐστὶ πατήρ. <pb facs="ScottHermeticaVolOne_0167"/> </p></div><div type="textpart" subtype="section" n="10b"><p rend="indent">τίς οὖν σε εὐλογῆσαι ὑπέρ σου ἢ πρός σε δύναιτο; </p><p rend="indent"> ποῦ δὲ καὶ βλέπων εὐλογήσω σε, ἄνω, κάτω, ἔσω, ἔξω; cὺ γὰρ ⟨ὁ⟩ τ[ρ]όπος ⟨⟨τῶν ὄντων⟩⟩· οὐ τόπος ἐστὶ⟨ν⟩ ⟨⟨ἄλλο⟨ς⟩ οὐδεὶc⟩⟩ παρὰ σέ [οὐδὲ] [[ἄλλο οὐδὲν]] [[τῶν ὄντων]], πάντα δὲ ἐν σοί. <l n="5"/></p><p rend="indent"> ⟨...⟩ πάντα ἀπὸ σοῦ· πάντα δίδως, καὶ οὐδὲν λαμβάνεις· πάντα γὰρ ἔχεις, καὶ οὐδὲν ὃ οὐκ ἔχεις. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">πότε δέ σε ὑμνήσω; οὔτε γὰρ ὥραν ⟨χωρίς⟩ σου οὔτε χρόνον καταλαβεῖν δυνατόν. </p><p rend="indent">ὑπὲρ τίνος δὲ καὶ ὑμνήσω ⟨σε⟩; ὑπὲρ ὧν ἐποίησας, ἢ ὑπὲρ <l n="10"/> ὧν οὐκ ἐποίησας; ὑπὲρ ὧν ἐφανέρωσας, ἢ ὑπὲρ ὧν ἔκρυψας; </p><p rend="indent"> διὰ τί⟨νος⟩ δὲ καὶ ὑμνήσω σε; ὡς ἐμαυτοῦ ὤν; ὡς ἔχων τι ἴδιον; ὡς ἄλλος ὤν: σὺ γὰρ εἶ ὃ [ε]ἂν ὦ, σὺ εἶ ὃ ἂν ποιῶ, σὺ εἶ ὃ ἂν λέγω. σὺ γὰρ πάντα εἶ, καὶ ἄλλο οὐδὲν ἔστιν ὃ μὴ ο`Υ εἶ. σὺ εἶ πᾶν τὸ γενόμενον, σὺ τὸ μὴ γενόμενον. <l n="15"/> νοῦς μὲν ⟨εἶ⟩, νοούμενος· πατὴρ δέ, δημιουργῶν· θεὸς δέ, ἐνεργῶν· ἀγαθὸς δέ, [καὶ] πάντα ποιῶν. </p><p rend="indent"> [ὕλης μὲν γὰρ τὸ λεπτομερέστερον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός.] </p></div></div></body></text></TEI>