⟨...⟩ ὁρᾷς, ὦ τέκνον, πόσα ἡμᾶς δεῖ σώματα ⟨⟨κατά συνέχειαν⟩⟩ διεξελθεῖν, καὶ πόσους χοροὺς δαιμόνων [[καὶ συνέχειαν]] καὶ δρόμους ἀστέρων, ἵνα πρὸς τὸν ἕνα καὶ μόνον θεὸν σπεύσωμεν. ⟨... ἀ⟩διάβατον γὰρ τὸ ἀγαθόν, καὶ ἀπέραντον, καὶ ἀτελές, αὑτῷ δὲ καὶ ἄναρχον, ἡμῖν δὲ δοκοῦν ἀρχὴν ἔχειν τὴν γνῶσιν. οὐκ αὐτοῦ ⟨γ⟩οῦν ⟨⟨τοῦ γνωσθησομένοιὴ⟩⟩ ἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ᾽ ἡμῖν τὴν ἀρχὴν παρέχεται [[τοῦ γνωσθησομένου]]. λαβώμεθα οὖν τῆς ἀρχῆς καὶ ὁδεύσωμεν τάχει ἅπαντι. πάνυ γάρ ἐστι ⟨δύ⟩σκολ[ι]ον τὸ τὰ συνήθη καὶ παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖα ἀνακάμπτειν· τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆ δυσπιστίαν ποιεῖ. φανερώτερα δέ ἐστι τὰ κακά· τὸ δὲ ἀγαθὸν ἀφανὲς τοῖς φανεροῖς· οὐ γὰρ μορφὴ οὔτε τύπος ἐστιν αὐτῷ. ⟨⟨ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι⟩⟩ διὰ τοῦτο, ⟨ὅτι⟩ αὑτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοις πᾶσιν ἀνόμοιον. [[ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι.]] [αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷ ἀνομοίῳ ὑστέρημα πρὸς τὸ ὅμοιον.] ⟨...⟩ [[ἡ γὰρ μονάς, πάντων οὖσα ἀρχὴ καὶ ῥίζα]] ⟨ὁ γὰρ θεὸς⟩ ἐν πᾶσίν ἐστιν ὡς ἂν ῥίζα καὶ ἀρχή. ἄνευ δὲ ἀρχῆς οὐδέν· α᾽Υτὴ δὲ ⟨ἡ ἀρχὴ⟩ ἐξ οὐδενὸς ἀλλ᾽ ἢ [ἐξ] αὑτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων. [αὐτὴ γὰρ ⟨αὑτῆς⟩ ἐστιν ⟨⟨ἀρχή⟩⟩, ἐπεὶ μὴ ἄλλης ἀρχῆς ἔτυχεν] [οὖσα]. μονάΔι οὖν ⟨ἔοικεν ὁ θεός⟩ [[ἀρχή]]. ⟨⟨ἡ γὰρ μον άς, πάντων οὖσα ⟨ἀριθμῶν⟩ ἀρχὴ καὶ ῥίζα,⟩⟩ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς ἐμπεριεχομένη, καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γενναωa μένη ἑτέρου ἀριθμοῦ. πᾶν δὲ τὸ γεννώμενον ἀτελές, καὶ διαιρετόν, καὶ αὐξητὸν καὶ μειωτόν· τῷ δὲ τελείῳ οὐδὲν τούτων γίνεται. [καὶ τὸ μὲν αὐξητὸν αὐξάνεται ἀπὸ τῆς μονάδος, ἁλίσκεται δὲ ὑπὸ τῆς αὑτοῦ ἀσθενείας, μηκέτι δυνάμενον τὴν μονάδα χωρῆσαι.] αὕτη σοι, ὦ Τάτ, κατὰ τὸ δυνατὸν ὑπογέγραπται τοῦ θεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ [καὶ νοήσεις] τοῖς τῆς καρδίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴν πρὸς τὰ ἄνω ὁδόν· μᾶλλον δὲ αὐτή σε ἡ [εἰκὼν] ⟨θέα⟩ ὁδηγήσει. ἔχει γάρ τι ἴδιον ⎡ἡ θέα⎤· τοὺς φθάσαντας θεάσασθαι κατέχει, καὶ ἀνέλκει καθάπερ φασὶν ἡ Μαγνῆτις λίθος τὸν σίδηρον.