⟨καὶ οὗτοι μέν⟩, ἀγνοοῦντες ἐπὶ τί γεγόνασι καὶ ὑπὸ τίνοϲ, [αἱ δὲ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι] [καὶ ἐν θυμῷ καὶ ἐν] ὀργῇ [τὴν] ⟨καὶ ἀ⟩κρασίᾳ ⟨σνν⟩έχονται, [οὐ] θαυμάζοντες ⟨⟨τὰ⟩⟩ οὐ [[τὰ]] θέας ἄξια, ταῖς [δὲ] τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσι προσέχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναι πιστεύοντες. ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον, οὗτοι, ὦ Τάτ, κατὰ σύγκρισιν τῶν ἑτέρων ἀθάνατοι ἀντὶ θνητῶν εἰσί· πάντα ⟨γὰρ⟩ ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰ ἐν οὐρανῷ, καὶ εἔ τί ἐστιν ὑπὲρ οὐρανόν, τοσοῦτον ἑαυτοὺς ὑψώσαντες εἶδον τὸ ἀγαθόν, καὶ ἰδόντες, συμφορὰν ἡγήσαντο τὴν ἐνθάδε διατριβήν, ⟨καὶ⟩ καταφρονήσαντες πάντων τῶν σωματικῶν [καὶ ἀσωμάτων], 6a ἐπὶ τὸ ἓν καὶ μόνον ⟨ἀγαθὸν⟩ σπεύδουσιν. αὕτη, ὦ Τάτ, ἡ τοῦ νοῦ ἐστὶν ⟨ἐνέργεια⟩, ἐπιστήμη⟨ς⟩ τῶν θείων ε᾽Υπορία καὶ [ἡ] τοῦ θεοῦ κατανοήσεως [θείου ὄντος] [[τοῦ κρατῆρος]].— Κἀγὼ ⟨⟨τοῦ κρατῆρος⟩⟩ βαπτισθῆναι βούλομαι, ὦ ποτέραν μὴ πρῶτον τὸ σῶμα μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐ δύνασαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦν ἔχων, καὶ τῆς ἐπιστήμης μεταλήψῃ.—Πῶς ταῦτα λέγεις ὦ πάτερ;—Ἀδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότερα γίνεσθαι, τὰ θνητὰ δηλαδὴ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων, σώματος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡ αἵρεσις θατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐ γὰρ [ἐστιν] ἀμφότερα [ἐν] οἷό⟨ν⟩ τε [ἡ ἐξαίρεσις] καταλοαδεῖw· τὸ δὲ ἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέργειαν. ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις [[οὐ μόνον]] τῷ ἑλομένῳ καλλίστη τυγχάνει, ⟨⟨οὐ μόνον⟩⟩ τὸν ἄνθρωπον ἀποϲώΖοΥϲα, ἀλλὰ καὶ τὴν πρὸς ⟨τὸν⟩ θεὸν εὐσέβειαν ἐπιδεικνῦσα. ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώλεσεν, οὐδὲν δὲ ⟨ἧττοι⟩ εἰς τὸν θεὸν ἐπλημμέλησεν [ἢ τοῦτο μόνον]· ὅτι καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶ ἐνεργῆσαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγ[εν]όμένοι ὑπὸ τῶν σωματικῶν [ἡδονῶν]. τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦ θεοῦ ἡμῖν [τε] ὑπῆρξε καὶ ὑπάρξει, τὰ δὲ ἀφ᾽ ἡμῶν ἀκολουθησάτω, καὶ μὴ ὑστερησάτω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος, ἡμεῖς δὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγαθῶν.