<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg004.1st1K-grc1"><div type="textpart" subtype="section" n="1a"><p rend="indent"><pb facs="ScottHermeticaVolOne_0151"/> [[ἐπειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργὸς]] [οὐ χερσὶν ἀλλὰ λόγῳ] [[ὥστε οὕτως ὑπολάμβανε, ὡς τοῦ παρόντος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸς μόνου, τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.]] </p></div><div type="textpart" subtype="section" n="1b"><p rend="indent">⟨...⟩ τ⟨οι⟩οῦτο γάρ ἐστι τὸ ⟨ἀ⟩σώμα⟨τον⟩ [[ἐκείνου]], οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲ μετρητόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ ὅμοιον. οὔτε γὰρ πῦρ ἐστιν ⟨⟨ἐκεῖνοϲ⟩⟩, οὔτε ὕδωρ, οὔτε ἀήρ, οὔτε πνεῦμα· ἄλλα πάντα ⟨ταῦ⟩τα ὑπ᾽ αὐτοῦ ⟨γέγονεν⟩ <pb facs="ScottHermeticaVolOne_0153"/> ⟨⟨ὥστε οὕτως ὑπολάμβανε, ὡς ⟨αὐ⟩τοῦ πΡοόντος, καὶ ἀεὶ ὄντος, καὶ πάντα ποιήσαντος [[καὶ]] ἑνὸς ⟨⟨καὶ⟩⟩ μόνου, τῇ δὲ αὑτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.⟩⟩ ἀγαθὸς γὰρ ὤν, ⎡ μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι⎤. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">⟨⟨ἐπεὶ δὲ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός,⟩⟩ ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι· κόσμον δὲ θείου σώματος κατέπεμψε τὸν ἄνθρωπον, ⟨εἰκόνα⟩ ζῴου ἀθανάτου ζῷον θνητόν. [[καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τοῦ ζῷου καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸν νοῦν.]] ⟨...⟩ θεατὴς γὰρ [[ἐγένετο]] τῶν ἔργων τοῦ θεοῦ ὁ ἄνθρωπος· καὶ ⟨ἐπὶ τοῦτο ⟨⟨ἐγένετο⟩⟩, τὸ τὸν κόσμον⟩ [ε]θαυμάσαι, καὶ [ε]γνωρίσαι τὸν ποιήσαντα. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">⟨⟨καὶ ὁ μὲν κόσμος ⟨...· ὁ δὲ ἄνθρωπος⟩ τῶν ⟨ἄλλων⟩ ζῴων [ε]πλεονεκτεῖ [τοῦ ζῴου καὶ τοῦ κόσμου] τὸν λόγον καὶ τὸν νοῦν.⟩⟩ τὸν μὲν οὖν λόγον, ὦ Τάτ,[ἐν] πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐκέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ο᾽ΥΡαν⟨ό⟩θεν ἄρχεται, κάτω δὲ συνίσταται ταῖς τῶν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς.—Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός;—Ἠθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ ἆθλον ἱδρῦσθαι.—</p></div><div type="textpart" subtype="section" n="4"><p>Καὶ ποῦ αὐτὸν ἱδρύσατο;—Κρατῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε· <q>Βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ⟨⟨γνωρίζουσα ἐπὶ τί γέγονας,⟩⟩ ⟨καὶ⟩ [ἡ] πιστεύοσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν κρατῆρα [ἡ] [[γνωρίζουσα ἐπὶ τί γέγονας]].</q> ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος, καὶ ἐβαπτίσαντο τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως, καὶ τέλειοι ἐγένοντο ἄνθρωποι, τὸν νοῦν δεξάμενοι· <pb facs="ScottHermeticaVolOne_0155"/> ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγματος, οὗτοι ⟨⟨οἱ⟩⟩ ⟨τὸν⟩ μὲν [[οἱ]] λόγ[ικ]ον ⟨ἔχοντες⟩, τὸν ⟨δὲ⟩ νοῦν μὴ προσειληφότες. </p></div></div></body></text></TEI>