[[ἐπειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργὸς]] [οὐ χερσὶν ἀλλὰ λόγῳ] [[ὥστε οὕτως ὑπολάμβανε, ὡς τοῦ παρόντος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸς μόνου, τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.]] ⟨...⟩ τ⟨οι⟩οῦτο γάρ ἐστι τὸ ⟨ἀ⟩σώμα⟨τον⟩ [[ἐκείνου]], οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲ μετρητόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ ὅμοιον. οὔτε γὰρ πῦρ ἐστιν ⟨⟨ἐκεῖνοϲ⟩⟩, οὔτε ὕδωρ, οὔτε ἀήρ, οὔτε πνεῦμα· ἄλλα πάντα ⟨ταῦ⟩τα ὑπ᾽ αὐτοῦ ⟨γέγονεν⟩ ⟨⟨ὥστε οὕτως ὑπολάμβανε, ὡς ⟨αὐ⟩τοῦ πΡοόντος, καὶ ἀεὶ ὄντος, καὶ πάντα ποιήσαντος [[καὶ]] ἑνὸς ⟨⟨καὶ⟩⟩ μόνου, τῇ δὲ αὑτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.⟩⟩ ἀγαθὸς γὰρ ὤν, ⎡ μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι⎤. ⟨⟨ἐπεὶ δὲ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός,⟩⟩ ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι· κόσμον δὲ θείου σώματος κατέπεμψε τὸν ἄνθρωπον, ⟨εἰκόνα⟩ ζῴου ἀθανάτου ζῷον θνητόν. [[καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τοῦ ζῷου καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸν νοῦν.]] ⟨...⟩ θεατὴς γὰρ [[ἐγένετο]] τῶν ἔργων τοῦ θεοῦ ὁ ἄνθρωπος· καὶ ⟨ἐπὶ τοῦτο ⟨⟨ἐγένετο⟩⟩, τὸ τὸν κόσμον⟩ [ε]θαυμάσαι, καὶ [ε]γνωρίσαι τὸν ποιήσαντα. ⟨⟨καὶ ὁ μὲν κόσμος ⟨...· ὁ δὲ ἄνθρωπος⟩ τῶν ⟨ἄλλων⟩ ζῴων [ε]πλεονεκτεῖ [τοῦ ζῴου καὶ τοῦ κόσμου] τὸν λόγον καὶ τὸν νοῦν.⟩⟩ τὸν μὲν οὖν λόγον, ὦ Τάτ,[ἐν] πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐκέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ο᾽ΥΡαν⟨ό⟩θεν ἄρχεται, κάτω δὲ συνίσταται ταῖς τῶν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς.—Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός;—Ἠθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ ἆθλον ἱδρῦσθαι.— Καὶ ποῦ αὐτὸν ἱδρύσατο;—Κρατῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε· Βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ⟨⟨γνωρίζουσα ἐπὶ τί γέγονας,⟩⟩ ⟨καὶ⟩ [ἡ] πιστεύοσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν κρατῆρα [ἡ] [[γνωρίζουσα ἐπὶ τί γέγονας]]. ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος, καὶ ἐβαπτίσαντο τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως, καὶ τέλειοι ἐγένοντο ἄνθρωποι, τὸν νοῦν δεξάμενοι· ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγματος, οὗτοι ⟨⟨οἱ⟩⟩ ⟨τὸν⟩ μὲν [[οἱ]] λόγ[ικ]ον ⟨ἔχοντες⟩, τὸν ⟨δὲ⟩ νοῦν μὴ προσειληφότες.