<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="8b"><p rend="indent">⟨...⟩ ἡ οὖν κίνησις τοῦ κόσμου, καὶ παντὸς δὲ ζῴου ὑλικοῦ, οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ᾽ ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς [ἢ πνεύματος] ἢ ἂλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ⟨χ ὑπὸ σώματος⟩ κινεῖ⟨ται⟩· ἀλλ᾽ οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον. </p></div><div type="textpart" subtype="section" n="9"><p>—Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;—Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος, τὸ κινοῦν τὸ ἄψυχον, οὐ σῶμά ⟨ἐστιν⟩. ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος ⟨σῶμα⟩ καὶ τὸ τοῦ βασταζομένου· ⟨⟨ἐπεὶ⟩⟩ [διόπερ] ⟨τὸ⟩ ἄψυχον ⟨αὐ⟩τὸ καθ᾽ ⟨αὑτὸ⟩ οὐδὲν [[ἐπεὶ]] κινεῖ. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. ⟨ὥστε⟩ καὶ [ὅτι μὲν] ἐν τίνι κινεῖται τὰ κινούμενα, καὶ ὑπὸ τίνος, δῆλον.</p></div></div></body></text></TEI>