<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="8b"><p rend="indent">⟨...⟩ ἡ οὖν κίνησις τοῦ κόσμου, καὶ παντὸς δὲ ζῴου ὑλικοῦ, οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ᾽ ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς [ἢ πνεύματος] ἢ ἂλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ⟨χ ὑπὸ σώματος⟩ κινεῖ⟨ται⟩· ἀλλ᾽ οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον. </p></div><div type="textpart" subtype="section" n="9"><p>—Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;—Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος, τὸ κινοῦν τὸ ἄψυχον, οὐ σῶμά ⟨ἐστιν⟩. ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος ⟨σῶμα⟩ καὶ τὸ τοῦ βασταζομένου· ⟨⟨ἐπεὶ⟩⟩ [διόπερ] ⟨τὸ⟩ ἄψυχον ⟨αὐ⟩τὸ καθ᾽ ⟨αὑτὸ⟩ οὐδὲν [[ἐπεὶ]] κινεῖ. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. ⟨ὥστε⟩ καὶ [ὅτι μὲν] ἐν τίνι κινεῖται τὰ κινούμενα, καὶ ὑπὸ τίνος, δῆλον.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">Eν κενῷ δὲ ⟨οὐ⟩ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; —ΕὐφήΜ⟨ει⟩, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενόν· μόνον δὲ τὸ μὴ ὂν κενόν ἐστι. ⟨⟨τὸ γὰρ ὑπάρχον⟩⟩ τῷ τῆς ὑπάρξεως λόγῳ ⟨⟨κενὸν οὐδέποτε γενέσθαι δύναται·⟩⟩ τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν. [[τὸ γὰρ ὑπάρχον]] [[κενὸν οὐδέποτε γενέσθαι δύναται.ὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, τοιαῦτα, οἷον κάδος <pb facs="ScottHermeticaVolOne_0143"/> κενὸς καὶ κέραμος καὶ ⎡ποταμὸς ὅλος⎤ καὶ ληνὸς καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια;—Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα κενὰ ἡγῇ εἶναι;</p></div><div type="textpart" subtype="section" n="11"><p>—Πῶς λέγεις, ὦ Τρισμέγιστε;—Οὐ σῶμά ἐστιν ὁ ἀήρ;—Σῶμα.—Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων σωμάτων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ᾽ ἄλλων σωμάτων στενοχωρουμένων, καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξεωϲ γὰρ μεστά ἐστιν [ἀέρος καὶ πνεύματος].—Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε.—</p></div><div type="textpart" subtype="section" n="12a"><p rend="indent">Τὸν οὖν τόπον τὸν ἐν ᾧ τὸ πᾶν κινϲῖται τί εἴπομεν; ἀσώματον, ὦ Ἀσκληπιέ.—Τὸ οὖν ἀσώματον ⟨τοῦτο⟩ τί ἐστι;οῦς ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σωματικ῀Ηϲ [α]πλάνης, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, [[σνγ]χαρητικὸς ⟨⟨συΜ⟩⟩πάντων καὶ σωτήριος τῶν ὄντων, ⟨τὸ⟩ ⟨⟨τῆς ψυχῆς⟩⟩ ⟨φῶς⟩.—</p></div></div></body></text></TEI>