ἄλλως δὲ νοητὸϲ ὁ τοποϲ· νοητὸς γὰρ πρώτως ὁ θεός ἐστιν ⟨ἑαυτῷ, ὁ δὲ τόπος⟩ ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι ⟨νοητόν ἐστιν⟩· [αἰσθήσει ὑποπίπτει ὁ θεός] οὐκοῦν οὐχ ἑαυτῷ νοητός ⟨ὁ τόπος⟩,—οὐ γὰρ [ἄλλο τι ὢν τοῦ νοουμένου] ὑφ᾽ ἑαυτοῦ νοεῖται,—ἡμῖν δέ. [[ἄλλο τί ἐστι]] [διὰ τοῦτο ἡμῖν νοεῖται] εἰ δὲ νοητὸς ὁ τόπος οὐχ ⟨ὡς⟩ ὡς ἐνέργεια χωρητική, ⟨⟨ἄλλο τί ἐστι⟩⟩ ⟨τοῦ θεοῦ ὁ τόπος⟩. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ᾽ ἐν ἑστῶτι. καὶ τὸ κινοῦν δὲ ἕστηκεν· ἀδύνατον γὰρ αὐτὸ συγκινεῖσθαι. —Πῶς· οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε ⟨κινοῦντα⟩ συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.—Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ᾽ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ᾽ ἐναντίως ἀλλήλαις. ἡ δὲ ἐναντίωσις ⟨⟨τῆς κινήσεως⟩⟩ τὴν ἀντέρεισιν [[τῆς κινήσεως]] ἔχει ἑστῶσαν· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. αἱ οὖν πλανώμεναι σφαῖραι, ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ⎡ὑπ᾽ ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται.⎤ καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, [περὶ δὲ τὸ αὐτὸ στρεφομένας,] οἴει κινεῖσθαι ἢ ἑστάναι;—Κινεῖσθαι, ὦ Τρισμέγιστε.—Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;—Τὴν περὶ τὸ αὐτὸ στρεφομένην. H δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ ⟨τὸ⟩ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, κωλυόμενον δὲ τὸ ὑπὲρ αὐτὸ ⎡εἰ ἔστη⎤ εἰς τὸ περὶ ⟨τὸ⟩ αὐτό. οὕτω καὶ ἡ ἐναντία φορὰ 8 a ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. παράδειγμα δέ σοι τοῖς ὀφθαλμοῖς ἐΜπῖπτον φράσω, τὰ ἐπίγεια ⟨⟨λέγω⟩⟩ ζῷα. οἷον τὸν ἄνθρωπον [[λέγω θεώρει νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.—Σαφὲς τὸ παράδειγμα, ὦ Γρισμέγιστε. πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται.