<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="4b"><p rend="indent">τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν || ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ ⟨ὁ⟩ θεός, καὶ ἀνουσίαστον γίνεται ⟨...⟩.</p></div><div type="textpart" subtype="section" n="5"><p>ἄλλως δὲ νοητὸϲ ὁ τοποϲ· νοητὸς γὰρ <pb facs="ScottHermeticaVolOne_0139"/> πρώτως ὁ θεός ἐστιν ⟨ἑαυτῷ, ὁ δὲ τόπος⟩ ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι ⟨νοητόν ἐστιν⟩· [αἰσθήσει ὑποπίπτει ὁ θεός] οὐκοῦν οὐχ ἑαυτῷ νοητός ⟨ὁ τόπος⟩,—οὐ γὰρ [ἄλλο τι ὢν τοῦ νοουμένου] ὑφ᾽ ἑαυτοῦ νοεῖται,—ἡμῖν δέ.</p></div></div></body></text></TEI>