τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν || ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ ⟨ὁ⟩ θεός, καὶ ἀνουσίαστον γίνεται ⟨...⟩. ἄλλως δὲ νοητὸϲ ὁ τοποϲ· νοητὸς γὰρ πρώτως ὁ θεός ἐστιν ⟨ἑαυτῷ, ὁ δὲ τόπος⟩ ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι ⟨νοητόν ἐστιν⟩· [αἰσθήσει ὑποπίπτει ὁ θεός] οὐκοῦν οὐχ ἑαυτῷ νοητός ⟨ὁ τόπος⟩,—οὐ γὰρ [ἄλλο τι ὢν τοῦ νοουμένου] ὑφ᾽ ἑαυτοῦ νοεῖται,—ἡμῖν δέ.