—Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν, καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν; —Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. —Ποταπῆς δὲ φύσεως; ⟨⟨ἆρα⟩⟩ ⟨οὐ⟩ τῆς ἐναντίας [[ἄρα]], ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον. Ὡμολόγηται. Ἀσώματος οὖν ὁ τόπος.