⟨⟨Τί οὖν φῂς⟩⟩ ⟨⟨τὸ ἀγαθόν⟩⟩;— ⟨⟨Τὸ ἀρχέτυπον φῶς⟩⟩, οὗ ὥσπερ ἀκτῖνές εἰσι⟨ν⟩ [[τὸ ἀγαθὸν]] ⟨ὅ τε νοῦς καὶ⟩ ἡ ἀλήθεια. [[τὸ ἀρχέτυπον φῶς]] [τὸ ἀρχέτυπον] [[τῆς ψυχῆς]] Ὁ οὖν θεὸς τί ἐστιν;—Ὁ μηδέ⟨τερ⟩ον τούτων ὑπάρχων, ὢν δὲ καὶ ⟨⟨τούτοις⟩⟩ τοῦ εἶναι [[τούτοις]] αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων· οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε, πλῊν τὸ μὴ ὄν. πάντα δέ ἐστι τὰ ⟨γινόμενα⟩ ἐκ τῶν ὄντων γινόμενα, οὐκ[ι μὴ] ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ⟨τι⟩, ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι· καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει [τοῦ μηδέποτ᾽ εἶναι] [[τί οὖν φῂς]] τοῦ μὴ εἶναί ποτε. ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ ⟨νοῦν⟩ εἶναι. [οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα,] [οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι.] ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ᾽ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· [[καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο·]] τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσοι δυνάμενον τὸ ἀγαθόν· τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ⟨ἡ⟩ ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. ⟨⟨καὶ⟩⟩ τοῦτο ἔστι ⟨⟨μόνον⟩⟩ ὁ θεός, ⟨⟨καὶ οὐδὲν ἄλλο⟩⟩. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθὸν ⟨ἢ μόνον τὸν θεόν⟩, ἐπεὶ ἀσεβ⟨ήσ⟩εις· ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβ⟨ήσ⟩εις. λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ᾽ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, ⟨⟨καὶ⟩⟩ τοῦ θεοῦ [[καὶ]] ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθο῀Υ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ⟨⟨ἑστι⟨ν⟩⟩⟩, ⟨ὡς⟩ ἅπαντα [[ἐστι]] διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός.